Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De fallacia diaboli
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
7.1
Αἰσχρὰ ταῦτα καὶ αἰδοῦμαι λέγων, ὅτε δὲ ἦλθεν φῶς, ἅπερ γε νῦν αἰσχυνόμεθα ἐλθούσης ἡμέρας αἰδούμεθα. συγχαίρω ὑμῖν καὶ συνευχαριστῶ ὅτι οὓς προσεκύνουν ὑμῶν οἱ πατέρες καὶ οἱ πρόγονοι διὰ στόματος λέγειν κατοκνεῖτε καὶ ἀκούειν δι' ὤτων οὐκ ἀνέχεσθε. ἐπεὶ τοίνυν τοσαύτη γέγονε μεταβολή, εἴπωμεν τί ἐμισήσαμεν καὶ εὐχαριστήσωμεν τῷ ἀγαπήσαντι πᾶσαν μεταβολήν. περιέθηκεν τῷ λεγομένῳ πατρὶ θεῶν καὶ ἀνδρῶν κατὰ τοῦτο, ἵνα πολλὰς παρθένας διαφθείρῃ. καὶ ἐκεῖνοι μὲν οἱ λεγόμενοι θεοὶ διέφθειραν παρθένους, ὁ δὲ καί πως παρθένους τηρεῖ ἕως γήρους· καὶ ὁ μὲν παρὰ φύσιν κατῆλθεν, ὁ δὲ ὑπὲρ φύσιν ἀνῆλθεν. ὅτι δὲ ταῦτα τὰ πράγματα ψευδῆ... εἰ γὰρ ἐγέννων θεοὶ τότε, τί παθόντες νῦν οὐ γεννῶσιν; ἆρα ἐγήρασαν καὶ οὗτοι ἢ τεθνήκασιν καὶ τίς ὁ σωφρονήσας; ἀλλ' ἆρα γεννῶσιν καὶ νῦν καὶ τοσοῦτοι οὐ φαίνονται; εἰ γὰρ ἀθάνατοι γεννῶσιν ἐνεπλήθησαν ἂν τὰ σύμπαντα, μὴ τοῦ θανάτου συγκόπτοντος τοὺς γεννωμένους· ἀλλ' οὔτε ἐγέννων οἱ μὴ ὄντες, οἱ δὲ ποιηταὶ καλὰς λέξεις συνθέντες κακὸν ψεῦδος ἐνέθηκαν. ἐξ οὗ γὰρ ἐπαύσαντο οἱ ποιηταί, οὐ φαίνονται γενέσεις θεῶν· καὶ εἰ μὲν ἦσαν τοιοῦτοι ἐξ ἀρχῆς τὰς παρθένους τὰς παρὰ ἀνθρώποις περιεργαζό μενοι, τί παθόντες ἐν τοσούτῳ αἰῶνι ἐξ οὗ οἱ ἄκροι τῶν ποιητῶν ἐλήρησαν; ἆρα οὐκ εἶδον παρθένον καλὴν ἐπὶ τῆς γῆς· ἆρα οὐκ ἐκινήθη ἡ ἐπιθυμία αὐτῶν; οὐκέτι εἰς ταῦρον μετέβαλεν, οὐκέτι χρυσὸς εἰς κόλπους, οὐκέτι ἡ παρθένος φεύγει, ὁ δὲ διώκων διώκει καὶ ἡ μὲν παρθένος κατὰ τὸν μῦθον τῇ σωφροσύνῃ ἐπερειδομένη ἔφυγεν, ὁ δὲ λεγόμενος θεὸς τῇ ἀσελγείᾳ ἐκλυόμενος οὐ κατελάμβανεν; ἐπειδὴ δὲ ἡ μὲν παρθένος ἔφυγεν, ἵνα μείνῃ παρθένος, ὁ δὲ θεὸς ἐδίωκεν, ἵνα συλήσῃ τὴν ἄνθρωπον– αἰσχύνομαι λέγειν, ἀνάγκη δὲ εἰπεῖν. ἔτι δὲ καὶ φωτὸς ἀνατείλαντός τινες ἀναισχυντοῦσιν καὶ ἀγανακτοῦσιν ἐν ἀγάλμασιν αἰσχροῖς καὶ θέλουσι ναοὺς μὲν εἶναι ἐν οἷς ταῦτα τα μιεύονται... καὶ χρήσιμα τὰ λείψανα, ἵνα μάθωμεν τίνων ἀπηλλάγμεθα. ὁ δὲ διώκων θεὸς ἐκ τῶν ἔργων γνωσθήσεται. Ἰωσὴφ νέος ὢν καὶ δουλεύων παρ' ἀξίαν ἐπαγγελλομένης τῆς δεσποίνης καὶ βιαζομένης καὶ ἑλκούσης ἀφῆκεν τὸν χιτῶνα καὶ ἔφυγεν σεμνῶς· καὶ ὁ μὲν σεμνὸς ἄνθρωπος μᾶλλον μετὰ σωφροσύνης εἰς δεσμωτήριον καὶ μετὰ σεμνότητος ὡς δοῦλος ἢ μετὰ ἀκολασίας δεσπότης· ὁ δὲ λεγόμενος θεὸς τῶν ψευδωνύμων ἐδίωκε παρθένον καὶ οὐ κατελάμβανεν. ῥώννυσι γὰρ σωφροσύνη καὶ θηλείαν, ἐκλύει γὰρ καὶ ἄρρενας ἡδονή· ὡς δὲ ἤγγιζεν ἡ γῆ καὶ αὐτὴ θεὸς λεγομένη, οὖσα δὲ ὅ ἐστι, φεισαμένη τῆς παρθένου κατὰ τὸν μῦθον– οὐδὲν γὰρ τούτων ἀληθές– καὶ καταγνοῦσα τοῦ διώκοντος μετέβαλεν εἰς φυτόν, φησίν, τὴν παρθένον, ὁ δὲ καὶ μεταβληθείσης τῆς παρθένου οὐ συμμετέβαλεν τὴν ἐπιθυμίαν ἀλλὰ κλάδον ἀποδρέπεται καὶ τὴν ἡττηθεῖσαν κεφαλὴν ἀπὸ τῆς νικησάσης στέφει. καὶ μηνύω γοῦν τοὺς στεφάνους τοὺς ἐν ἀγῶνι τοῖς νικῶσι· χορηγοῦντες τοῦ ἡττηθέντος σύμβολον φέρουσιν ἐπὶ τὴν κεφαλὴν στέφανον Δάφνης, στεφάνωμα τοῦ νικηθέντος, οἱ νῦν νικᾶν δοκοῦντες. ἐπειδὴ δὲ ταῦτα ψευδῆ, χάρις τῇ ἀληθείᾳ ὅτι ἐρρύσθημεν. εἰ δὲ ταῦτα ἀληθῆ, ἐχέτωσαν τὴν αἰσχύνην οἱ σπεύδοντες. εἰ γὰρ οἱ ἄνθρωποι ταῦτα ἔπλασαν, αἱ δὲ θεραπευόμεναι δυνάμεις τούτοις οὐ χαίρουσιν, μὴ οἰκέτωσαν τοὺς ναοὺς αἱ συκοφαντούμεναι· εἰ γὰρ ψεύδεται τὸ ἄγαλμα τὴν ἱστορίαν, μηδὲν παρεδρευέτω τῷ ψεύδει. εἰ τοίνυν οὐ παρεδρεύει, μάτην προσκυνεῖς· εἰ δὲ τούτων οὕτως γινομένων παρεδρεύει, τούτοις χαίρει, οἱ δὲ τούτοις χαίροντες δαίμονες μισεῖσθαι καὶ οὐ προσκυνεῖσθαι ἄξιοι.

Intertext edge

Open linked passage

Note