De fallacia diaboli
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
8.1
Τί δ' ἂν εἴποις περὶ αἱμάτων ἐκχύσεως, τί δὲ περὶ καπνοῦ, τί δὲ περὶ τῆς δυσωδίας; οἱ προσκυνοῦντες ἀποφράττουσι τὰς ῥῖνας καὶ οἱ προσκυνούμενοι δέχονται. καὶ ἐπὶ μὲν τῆς οἰκίας σου ῥανίδα αἵματος οὐ βούλει ἰδεῖν, ἐν δὲ τοῖς ναοῖς μυριάδας καὶ χιλιάδας· καὶ ἐν μὲν τῇ οἰκίᾳ σου αὐλὸν οὐ θέλεις ἠχῆσαι, ἐν δὲ ταῖς ἑορταῖς καταυλοῦσι· καὶ τὴν μὲν θυγατέρα σου αἰσχρὰ φθέγγεσθαι οὐ βούλει, αἰσχρὰς δὲ ᾠδὰς ἐν τοῖς ναοῖς ᾄδουσι· καὶ τὴν γυναῖκά σου γυμνὴν οὐ θέλεις τινὰς θεάσασθαι, ἀλλ' οὐδὲ σεαυτόν, ὡς ἔξεστιν, τὴν δὲ θεὰν γυμνὴν προσκυνεῖς, κακὸν ὑπόδειγμα σωφροσύνης· καὶ δοῦλον προδιδόντα τὴν φύσιν κτήσασθαι οὐ προαιρήσει– δεῖ γάρ, ὡς προείρηται, σεμνοτέρᾳ χρήσασθαι τῇ γλώττῃ– τὸν δὲ ἁρπαγέντα νεανίαν εἰς παράχρησιν τοῦτον προσκυνεῖς· καὶ δούλην μὲν πορνεύουσαν οὐκ ἀνέχῃ κτήσασθαι, τὴν δὲ ἀσκοῦσαν πορνείας ταύτην προσκυνεῖς. ἡ δὲ ἀπολογία κατηγορίας χείρων καὶ τὸ φάρμακον τοῦ ἕλκους πικρότερον, ὅτε γὰρ ταῦτα ἐγκαλοῦμεν, τί ἀπολογοῦνται; οἴδαμεν καὶ ἡμεῖς, φησίν, ὅτι οὐ θεοί ποτε... μαθόντες ὅτε ἥλιος ἄνισχεν. οὐκ εἰσὶ θεοὶ καὶ τί προσκυνεῖς; οἰκεῖοι, φησί, τοῦ θεοῦ· ἡ ἀπολογία ὅτι οἰκεῖοι τοῦ θεοῦ. μὴ λάθῃ δέ σε τὸ ψεῦδος· ὃς γὰρ ἄνδρα ἐδημιούργησεν, ἀνδράσι... οἱ γὰρ τοῦ θεοῦ οἰκεῖοι οὐχ ὑβρίζουσιν οὐδὲ τοῦ κτίσαντος τὴν δημιουργίαν παραφέρουσι, ὡς μήτε ἄνδρα ἐᾶσαι... καὶ εἰς γυναῖκα μὴ περιπεσεῖν....... δείκνυται δι' ὧν ἐργάζεται ἐχθρὰ καὶ οὐκ οἰκεῖα. θεὸς γάμους ἐχαρίσατο εἰς διαδοχὴν καὶ παραμυθίαν τῶν θνητῶν, ἵνα νοσοῦντες θεραπεύωνται ἄνθρωποι καὶ γυναῖκες τύχωσι τῆς φιλανθρωπίας, ἡ δὲ τὴν πορνείαν ἀσκοῦσα δαίμων τὰς σεμνὰς παραφθείρασα ἀλλότρια καὶ οὐκ οἰκεία, ὥσπερ γὰρ βασιλέως σεμνοῦ οὐχ οἱ ἀκόλαστοι οἰκεῖοι, ἀλλ' οἱ σεμνοί.