De fallacia diaboli
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
9.1
Ζητῶ αὐτοῦ τὴν ἐπαγγελίαν, ἐπισκέψομαι τὰς πράξεις· οὐ γὰρ τὸ λέγειν καλὰ ζητεῖται, ἀλλὰ τὸ μετιέναι ἀλήθειαν. ὅταν ἀκούω ὅτι ναός... εὐθὺς ἐταπεινώθη μὲν ἡ διάνοια... εἰ ναὸν ἔχει θεὸς ἐπὶ γῆς καὶ χαμαί, καὶ οὐρανῶν ἐπέκεινα. ζητῶ γὰρ κατ' ἐπαγγελίαν τὰ πράγματα. εἰ θεός, τί ζητεῖς ἐπὶ γῆς, καίτοι καὶ ἐπὶ γῆς θεός, ἀλλ' οὐκ ἐν κοιτῶνι κεκλεισμένος, οὐκ εἰς ἄγαλμα συνδεδεμένος, οὐδὲ κακούργοις ὑποτιθείς, οὐδὲ μαγίᾳ κατακλεισθείς· εἰ γὰρ οὐκ ἀφ' ἡμῶν κατεσκιώθη ἀλλ' ὑφ' ἡμῶν ἐγυμνώθη, ἴδωμεν τὰ κρυπτόμενα καὶ γνῶμεν τὰ ἐλεγχόμενα. ἐπεὶ τοίνυν ἐπαγγέλλονται θεὸν καὶ θεούς, δότωσαν τὴν ἐπαγγελίαν, μὴ δειξάτωσαν ἡμῖν ναοὺς ἀλλὰ οὐρανοὺς ἐπέκεινα, μὴ ἐκχέτωσαν αἷμα, μὴ καπνίζωσι τὰ ἀγάλματα, ὁ μάντις μὴ μαινέσθω· εἰ γὰρ θεὸς ἐνεργεῖ, μὴ πιπτέτω, ἀλλὰ καὶ πεσὼν ἀναστήτω· μὴ παραφρονείτω ὁ λέγων τὰ μέλλοντα, μὴ ἀγνοείτω τὰ παρόντα· εἰ γὰρ ἔκφρων γίγνεται καὶ ταῖς διανοίαις ἐκπίπτει καὶ τὰ παρόντα οὐχ ὁρᾷ, σχολῇ ἐπιγινώσκει τὰ μέλλοντα.