Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De incarnatione verbi
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
15.1.1
Ὡς γὰρ ἀγαθὸς διδάσκαλος κηδόμενος τῶν ἑαυτοῦ μαθητῶν, τοὺς μὴ
15.1.2
δυναμένους ἐκ τῶν μειζόνων ὠφεληθῆναι, πάντως διὰ τῶν εὐτελεστέρων
15.1.3
συγκαταβαίνων αὐτοὺς παιδεύει· οὕτως καὶ ὁ τοῦ Θεοῦ Λόγος, καθὼς καὶ ὁ Παῦλός
15.1.4
φησιν· «Ἐπειδὴ γὰρ ἐν τῇ σοφίᾳ τοῦ Θεοῦ οὐκ ἔγνω ὁ κόσμος διὰ τῆς σοφίας τὸν
15.1.5
Θεόν, εὐδόκησεν ὁ Θεὸς διὰ τῆς μωρίας τοῦ κηρύγματος σῶσαι τοὺς πιστεύοντας».
15.2.1
Ἐπειδὴ γὰρ οἱ ἄνθρωποι ἀποστραφέντες τὴν πρὸς τὸν Θεὸν θεωρίαν καὶ ὡς ἐν
15.2.2
βυθῷ βυθισθέντες κάτω τοὺς ὀφθαλ μοὺς ἔχοντες, ἐν γενέσει καὶ τοῖς αἰσθητοῖς τὸν
15.2.3
Θεὸν ἀνεζήτουν, ἀνθρώπους θνητοὺς καὶ δαίμονας ἑαυτοῖς θεοὺς ἀνατυπούμενοι·
15.2.4
τούτου ἕνεκα ὁ φιλάνθρωπος καὶ κοινὸς πάντων Σωτήρ, ὁ τοῦ Θεοῦ Λόγος,
15.2.5
λαμβάνει ἑαυτῷ σῶμα, καὶ ὡς ἄνθρωπος ἐν ἀνθρώποις ἀναστρέφεται, καὶ τὰς
15.2.6
αἰσθήσεις πάντων ἀνθρώπων προσλαμβάνει, ἵνα οἱ ἐν σωμα τικοῖς νοοῦντες εἶναι
15.2.7
τὸν Θεόν, ἀφ' ὧν ὁ Κύριος ἐργάζεται διὰ τῶν τοῦ σώματος ἔργων, ἀπ' αὐτῶν
15.2.8
νοήσωσι τὴν ἀλήθειαν, καὶ δι' αὐτοῦ τὸν Πατέρα λογίσωνται. 15. 3 Ἄνθρωποι δὲ
15.2.9
ὄντες καὶ ἀνθρώπινα πάντα νοοῦντες, οἷς ἐὰν ἐπέβαλον τὰς ἑαυτῶν αἰσθήσεις, ἐν
15.2.10
τούτοις προσλαμβανομένους ἑαυτοὺς ἑώρων, καὶ πανταχόθεν διδασκομένους τὴν
15.2.11
ἀλήθειαν. 15. 4 Εἴτε γὰρ εἰς τὴν κτίσιν ἐπτόηντο, ἀλλ' ἑώρων αὐτὴν ὁμολο γοῦσαν
15.2.12
τὸν Χριστὸν Κύριον· εἴτε εἰς ἀνθρώπους ἦν αὐτῶν ἡ διάνοια προληφθεῖσα, ὥστε
15.2.13
τούτους θεοὺς νομίζειν, ἀλλ' ἐκ τῶν ἔργων τοῦ Σωτῆρος, συγκρινόντων τε ἐκείνων,
15.2.14
ἐφαίνετο ἐν ἀνθρώποις μόνος ὁ Σωτὴρ Θεοῦ Υἱός, οὐκ ὄντων παρ' ἐκείνοις τοιούτων
15.2.15
ὁποῖα παρὰ τοῦ Θεοῦ Λόγου γέγονεν. 15. 5 Εἰ δὲ καὶ εἰς δαίμονας ἦσαν
15.2.16
προληφθέντες, ἀλλ' ὁρῶντες αὐτοὺς διωκομένους ὑπὸ τοῦ Κυρίου, ἐγίνωσκον
15.2.17
μόνον εἶναι τοῦτον τὸν τοῦ Θεοῦ Λόγον, καὶ οὐκ εἶναι θεοὺς τοὺς δαίμονας. 15. 6 Εἰ
15.2.18
δὲ καὶ εἰς νεκροὺς ἤδη τούτων ἦν ὁ νοῦς κατασχεθείς, ὥστε θρησκεύειν ἥρωας, καὶ
15.2.19
τοὺς παρὰ ποιηταῖς λεγομένους θεούς· ἀλλ' ὁρῶντες τὴν τοῦ Σωτῆρος ἀνάστασιν,
15.2.20
ὡμολόγουν ἐκείνους εἶναι ψευδεῖς, καὶ μόνον τὸν Κύριον ἀληθινόν, τὸν τοῦ Πατρὸς
15.2.21
Λόγον, τὸν καὶ τοῦ θανάτου κυριεύοντα. 15. 7 Διὰ τοῦτο καὶ γεγέννηται, καὶ
15.2.22
ἄνθρωπος ἐφάνη, καὶ ἀπέθανε, καὶ ἀνέστη, ἀμβλύνας καὶ ἐπισκιάσας τὰ τῶν πώποτε
15.2.23
γενομένων ἀνθρώπων διὰ τῶν ἰδίων ἔργων, ἵνα ὅπου δ' ἂν ὦσι προληφθέντες οἱ
15.2.24
ἄνθρωποι, ἐκεῖθεν αὐτοὺς ἀναγάγῃ, καὶ διδάξῃ τὸν ἀληθινὸν ἑαυτοῦ Πατέρα,
15.2.25
καθάπερ καὶ αὐτός φησιν· «Ἦλθον σῶσαι καὶ εὑρεῖν τὸ ἀπολωλός.»

Intertext edge

Open linked passage

Note