Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De incarnatione verbi
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
16.1.1
Ἅπαξ γὰρ εἰς αἰσθητὰ πεσούσης τῆς διανοίας
16.1.2
τῶν ἀνθρώπων,
16.1.3
ὑπέβαλεν ἑαυτὸν διὰ σώματος φανῆναι ὁ Λόγος, ἵνα μετενέγκῃ εἰς ἑαυτὸν ὡς
16.1.4
ἄνθρωπον τοὺς ἀνθρώπους, καὶ τὰς αἰσθήσεις αὐτῶν εἰς ἑαυτὸν ἀποκλίνῃ, καὶ
16.1.5
λοιπὸν ἐκείνους ὡς ἄνθρωπον αὐτὸν ὁρῶντας, δι' ὧν ἐργάζεται ἔρ γων, πείσῃ μὴ
16.1.6
εἶναι ἑαυτὸν ἄνθρωπον μόνον, ἀλλὰ καὶ Θεὸν καὶ Θεοῦ ἀληθινοῦ Λόγον καὶ Σοφίαν.
16.2.1
Τοῦτο δὲ καὶ ὁ Παῦλος βουλόμενος σημᾶναί φησιν· «Ἐν ἀγάπῃ ἐρριζω- μένοι
16.2.2
καὶ τεθεμελιωμένοι, ἵνα ἐξισχύσητε καταλαβέσθαι σὺν πᾶσι τοῖς ἁγίοις τί τὸ πλάτος
16.2.3
καὶ μῆκος καὶ ὕψος καὶ βάθος, γνῶναί τε τὴν ὑπερβάλλουσαν τῆς γνώσεως ἀγάπην
16.2.4
τοῦ Χριστοῦ· ἵνα πληρωθῆτε εἰς πᾶν τὸ πλήρωμα τοῦ Θεοῦ.» 16. 3 Πανταχοῦ γὰρ τοῦ
16.2.5
Λόγου ἑαυτὸν ἁπλώσαντος, καὶ ἄνω καὶ κάτω καὶ εἰς τὸ βάθος καὶ εἰς τὸ πλάτος·
16.2.6
ἄνω μὲν εἰς τὴν κτίσιν, κάτω δὲ εἰς τὴν ἐνανθρώπησιν, εἰς βάθος δὲ εἰς τὸν ᾅδην, εἰς
16.2.7
πλάτος δὲ εἰς τὸν κόσμον· τὰ πάντα τῆς περὶ Θεοῦ γνώσεως πεπλήρωται. 16. 4 Διὰ δὲ
16.2.8
τοῦτο, οὐδὲ παρ' αὐτὰ παραγενόμενος τὴν θυσίαν τὴν ὑπὲρ πάντων ἐπετέλει,
16.2.9
παραδιδοὺς τὸ σῶμα τῷ θανάτῳ, καὶ ἀνιστῶν αὐτό, ἀφανῆ ἑαυτὸν διὰ τούτου
16.2.10
ποιῶν. Ἀλλὰ καὶ ἐμφανῆ ἑαυτὸν διὰ τούτου καθίστη διαμένων ἐν αὐτῷ καὶ τοιαῦτα
16.2.11
τελῶν ἔργα καὶ σημεῖα διδούς, ἃ μηκέτι ἄνθρωπον ἀλλὰ Θεὸν Λόγον αὐτὸν
16.2.12
ἐγνώριζον. 16. 5 Ἀμφότερα γὰρ ἐφιλανθρωπεύετο ὁ Σωτὴρ διὰ τῆς ἐνανθρωπήσεως,
16.2.13
ὅτι καὶ τὸν θάνατον ἐξ ἡμῶν ἠφάνιζε, καὶ ἀνεκαίνιζεν ἡμᾶς· καὶ ὅτι ἀφανὴς ὢν καὶ
16.2.14
ἀόρατος, διὰ τῶν ἔργων ἐνέφαινε, καὶ ἐγνώριζεν ἑαυτὸν εἶναι τὸν Λόγον τοῦ
16.2.15
Πατρός, τὸν τοῦ παντὸς ἡγεμόνα καὶ βασιλέα.

Intertext edge

Open linked passage

Note