Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De incarnatione verbi
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
18.1.1
Ὅταν τοίνυν ἐσθίοντα καὶ πίνοντα καὶ τικτόμενον αὐτὸν λέγωσιν οἱ
18.1.2
περὶ τούτου θεολόγοι, γίνωσκε ὅτι τὸ μὲν σῶμα, ὡς σῶμα, ἐτίκτετο καὶ καταλλήλοις
18.1.3
ἐτρέφετο τροφαῖς, αὐτὸς δὲ ὁ συνὼν τῷ σώματι Θεὸς Λόγος τὰ πάντα διακοσ μῶν,
18.1.4
καὶ δι' ὧν εἰργάζετο ἐν τῷ σώματι οὐκ ἄνθρωπον ἑαυ τόν, ἀλλὰ Θεὸν Λόγον
18.1.5
ἐγνώριζεν. Λέγεται δὲ περὶ αὐτοῦ ταῦτα, ἐπειδὴ καὶ τὸ σῶμα ἐσθίον καὶ τικτόμενον
18.1.6
καὶ πάσχον, οὐχ ἑτέρου τινός, ἀλλὰ τοῦ Κυρίου ἦν· καὶ ὅτι ἀνθρώπου γενομένου,
18.1.7
ἔπρεπε καὶ ταῦτα ὡς περὶ ἀνθρώπου λέγεσθαι, ἵνα ἀληθείᾳ καὶ μὴ φαντασίᾳ σῶμα
18.1.8
ἔχων φαίνηται. 18. 2 Ἀλλ' ὥσπερ ἐκ τούτων ἐγινώσκετο σωματικῶς παρών, οὕτως
18.1.9
ἐκ τῶν ἔργων ὧν ἐποίει διὰ τοῦ σώματος, Υἱὸν Θεοῦ ἑαυτὸν ἐγνώριζεν. Ὅθεν καὶ
18.1.10
πρὸς τοὺς ἀπίστους Ἰουδαίους ἐβόα λέγων· «Εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ Πατρός μου, μὴ
18.1.11
πιστεύη τέ μοι· εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις μου πιστεύσατε· ἵνα
18.1.12
γνῶτε καὶ γινώσκητε, ὅτι ἐν ἐμοὶ ὁ Πατὴρ κἀγὼ ἐν τῷ Πατρί.» 18. 3 Ὡς γὰρ ἀόρατος
18.1.13
ὤν, ἀπὸ τῶν τῆς κτίσεως ἔργων γινώσκεται, οὕτως ἄνθρωπος γενόμενος, καὶ ἐν
18.1.14
σώματι μὴ ὁρώμενος, ἐκ τῶν ἔργων ἂν γνωσθείη ὅτι οὐκ ἄνθρωπος ἀλλὰ Θεοῦ
18.1.15
Δύναμις καὶ Λόγος ἐστὶν ὁ ταῦτα ἐργαζόμενος. 18. 4 Τὸ γὰρ ἐπιτάσσειν αὐτὸν τοῖς
18.1.16
δαίμοσι, κἀκείνους ἀπελαύνεσθαι, οὐκ ἀνθρώπινον ἀλλὰ θεῖόν ἐστι τὸ ἔργον. Ἢ τίς
18.1.17
ἰδὼν αὐτὸν τὰς νόσους ἰώμενον, ἐν αἷς ὑπόκειται τὸ τῶν ἀνθρώπων γένος, ἔτι
18.1.18
ἄνθρωπον καὶ οὐ Θεὸν ἡγεῖτο; Λεπροὺς γὰρ ἐκαθάριζε, χωλοὺς περιπατεῖν ἐποίει,
18.1.19
κωφῶν τὴν ἀκοὴν ἤνοιγε, τυφλοὺς ἀναβλέπειν ἐποίει, καὶ πάσας ἁπλῶς νόσους καὶ
18.1.20
πᾶσαν μαλακίαν ἀπήλαυνεν ἀπὸ τῶν ἀνθρώπων, ἀφ' ὧν ἦν αὐτοῦ καὶ τὸν τυχόντα
18.1.21
τὴν θεότητα θεωρεῖν. Τίς γὰρ ἰδὼν αὐτὸν ἀποδιδόντα τὸ λεῖπον, οἷς ἡ γένεσις
18.1.22
ἐνέλειψε, καὶ τοῦ ἐκ γενετῆς τυφλοῦ τοὺς ὀφθαλμοὺς ἀνοίγοντα, οὐκ ἂν ἐνενόησε
18.1.23
τὴν ἀνθρώπων ὑποκειμένην αὐτῷ γένεσιν, καὶ ταύτης εἶναι τοῦτον Δημιουργὸν καὶ
18.1.24
Ποιητήν; Ὁ γὰρ τὸ μὴ ὃ ἐκ γενέ- σεως ἔσχεν ὁ ἄνθρωπος ἀποδιδούς, δῆλος ἂν εἴη
18.1.25
πάντως ὅτι Κύριος οὗτός ἐστι καὶ τῆς γενέσεως τῶν ἀνθρώπων. 18. 5 Διὰ τοῦτο καὶ
18.1.26
ἐν ἀρχῇ κατερχόμενος πρὸς ἡμᾶς, ἐκ παρ θένου πλάττει ἑαυτῷ τὸ σῶμα, ἵνα μὴ
18.1.27
μικρὸν τῆς θεότητος αὐτοῦ γνώρισμα πᾶσι παράσχῃ, ὅτι ὁ τοῦτο πλάσας αὐτός ἐστι
18.1.28
καὶ τῶν ἄλλων Ποιητής. Τίς γὰρ ἰδὼν χωρὶς ἀνδρὸς ἐκ παρθένου μόνης
18.1.29
προερχόμενον σῶμα, οὐκ ἐνθυμεῖται τὸν ἐν τούτῳ φαινόμενον εἶναι καὶ τῶν ἄλλων
18.1.30
σωμάτων Ποιητὴν καὶ Κύριον; 18. 6 Τίς δὲ ἰδὼν καὶ τὴν ὑδάτων ἀλλασσομένην
18.1.31
οὐσίαν, καὶ εἰς οἶνον μεταβάλλουσαν, οὐκ ἐννοεῖ τὸν τοῦτο ποιήσαντα Κύριον εἶναι
18.1.32
καὶ Κτίστην τῆς τῶν ὅλων ὑδάτων οὐσίας; διὰ τοῦτο γὰρ ὡς Δεσπότης ἐπέβαινε καὶ
18.1.33
τῇ θαλάσσῃ, καὶ περιεπάτει ὡς ἐπὶ γῆς, γνώρισμα τῆς ἐπὶ πάντα δεσ ποτείας αὐτοῦ
18.1.34
τοῖς ὁρῶσι παρέχων. Τρέφων δὲ καὶ ἐξ ὀλί γων τοσοῦτον πλῆθος, καὶ ἐξ ἀπόρων
18.1.35
εὐπορῶν αὐτός, ὥστε ἀπὸ πέντε ἄρτων πεντακισχιλίους κορεσθῆναι, καὶ ἄλλο
18.1.36
τοσοῦτο καταλεῖψαι, οὐδὲν ἕτερον ἢ αὐτὸν εἶναι καὶ τὸν τῆς ὅλων προνοίας Κύριον
18.1.37
ἐγνώριζε .

Intertext edge

Open linked passage

Note