De incarnatione verbi
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
21.1.1
Ἀμέλει, τοῦ κοινοῦ πάντων Σωτῆρος ἀποθανόντος ὑπὲρ ἡμῶν, οὐκέτι
21.1.2
νῦν ὥσπερ πάλαι κατὰ τὴν τοῦ νόμου ἀπειλὴν θανάτῳ ἀποθνῄσκομεν οἱ ἐν Χριστῷ
21.1.3
πιστοί· πέπαυται γὰρ ἡ τοιαύτη καταδίκη· ἀλλὰ τῆς φθορᾶς παυο μένης καὶ
21.1.4
ἀφανιζομένης ἐν τῇ τῆς ἀναστάσεως χάριτι, λοιπὸν κατὰ τὸ τοῦ σώματος θνητὸν
21.1.5
διαλυόμεθα μόνον τῷ χρόνῳ ὃν ἑκάστῳ ὁ Θεὸς ὥρισεν, ἵνα «κρείττονος ἀνα
21.1.6
στάσεως» τυχεῖν δυνηθῶμεν. 21. 2 Δίκην γὰρ τῶν ἐν τῇ γῇ καταβαλλομένων
21.1.7
σπερμάτων, οὐκ ἀπολλύμεθα διαλυόμενοι, ἀλλ' ὡς σπειρόμενοι ἀναστησόμεθα,
21.1.8
καταργηθέντος τοῦ θανάτου κατὰ τὴν τοῦ Σωτῆρος χάριν. Διὰ τοῦτο γοῦν καὶ ὁ
21.1.9
μακάριος Παῦλος ἐγγυητὴς τῆς ἀναστάσεως πᾶσι γενό μενός φησι· «Δεῖ τὸ φθαρτὸν
21.1.10
τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν, καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν· ὅταν δὲ
21.1.11
τὸ θνητὸν τοῦτο ἐνδύσηται ἀθανασίαν, τότε γενήσεται ὁ λόγος ὁ γεγραμμένος·
21.1.12
κατεπόθη ὁ θάνατος εἰς νῖκος. Ποῦ σου, θάνατε, τὸ κέντρον;» 21. 3 Διὰ τί οὖν, ἄν τις
21.1.13
εἴποι, εἴπερ ἀναγκαῖον ἦν ἀντὶ πάντων αὐτὸν παραδοῦναι τὸ σῶμα θανάτῳ, οὐχ ὡς
21.1.14
ἄνθρωπος ἰδίως ἀπέθετο τοῦτο, ἀλλὰ καὶ μέχρι τοῦ σταυρωθῆναι παρῆλθεν;
21.1.15
Ἐντίμως γὰρ μᾶλλον αὐτὸν ἔπρεπεν ἀποθέσθαι τὸ σῶμα, ἤπερ μεθ' ὕβρεως τὸν
21.1.16
τοιοῦτον θάνατον ὑπομεῖναι. 21. 4 Θέα δὴ πάλιν εἰ μὴ ἡ τοιαύτη ἀντίθεσίς ἐστιν
21.1.17
ἀνθρωπίνη· τὸ δὲ ὑπὸ τοῦ Σωτῆρος γενόμενον, θεῖον ἀληθῶς καὶ ἄξιον τῆς αὐτοῦ
21.1.18
θεότητος διὰ πολλά· πρῶτον μέν, ὅτι ὁ συμβαίνων τοῖς ἀνθρώποις θάνατος κατὰ
21.1.19
ἀσθένειαν τῆς αὐτῶν φύσεως αὐτοῖς παραγίνεται· οὐ δυνάμενοι γὰρ ἐπὶ πολὺ
21.1.20
διαμένειν, τῷ χρόνῳ διαλύονται. Διὰ τοῦτο γὰρ καὶ νόσοι τούτοις συμβαίνουσι, καὶ
21.1.21
ἐξασθενήσαντες ἀποθνῄσκουσιν. Ὁ δὲ Κύριος οὐκ ἀσθενής, ἀλλὰ Θεοῦ Δύναμις, καὶ
21.1.22
Θεοῦ Λόγος ἐστί, καὶ Αὐτοζωή. 21. 5 Εἰ μὲν οὖν ἦν ἰδίᾳ που, καὶ κατὰ τὴν συνήθειαν
21.1.23
τῶν ἀνθρώπων ἀποθέμενος τὸ σῶμα ἐν κλίνῃ, ἐνομίσθη ἂν καὶ αὐτὸς κατὰ τὴν τῆς
21.1.24
φύσεως ἀσθένειαν τοῦτο παθών, καὶ μηδὲν ἔχων πλέον τῶν ἄλλων ἀνθρώπων.
21.1.25
Ἐπειδὴ δὲ καὶ Ζωὴ ἦν, καὶ Θεοῦ Λόγος, καὶ ἔδει τὸν ὑπὲρ πάντων γενέσθαι
21.1.26
θάνατον, διὰ τοῦτο ὡς μὲν Ζωὴ καὶ Δύναμις ὢν συνίσχυεν ἐν αὐτῷ τὸ σῶμα· 21. 6 ὡς
21.1.27
δὲ ὀφείλοντος γενέσθαι τοῦ θανάτου, οὐχ ἑαυτῷ, ἀλλὰ παρ' ἑτέρων ἐλάμβανε τὴν
21.1.28
πρόφασιν τοῦ τελειῶσαι τὴν θυσίαν· ἐπεὶ μηδὲ νοσεῖν ἔδει τὸν Κύριον, τὸν τῶν
21.1.29
ἄλλων τὰς νόσους θεραπεύοντα· ἀλλ' οὐδὲ ἐξασθενῆσαι ἔδει πάλιν τὸ σῶμα, ἐν ᾧ
21.1.30
καὶ τὰς τῶν ἄλλων ἀσθενείας ἰσχυροποιεῖ. 21. 7 Διὰ τί οὖν καὶ τὸν θάνατον ὥσπερ
21.1.31
καὶ τὸ νοσεῖν οὐκ ἐκώλυσεν; Ὅτι διὰ τοῦτον ἔσχε τὸ σῶμα, καὶ ἀπρεπὲς ἦν κωλῦσαι,
21.1.32
ἵνα μὴ καὶ ἡ ἀνάστασις ἐμποδισθῇ· προηγήσασθαι μέντοι τοῦ θανάτου νόσον
21.1.33
ἀπρεπὲς πάλιν ἦν, ἵνα μὴ ἀσθένεια τοῦ ἐν τῷ σώματι νομισθῇ. Οὐκ ἐπείνασεν οὖν;
21.1.34
Ναὶ ἐπείνασε διὰ τὸ ἴδιον τοῦ σώματος, ἀλλ' οὐ λιμῷ διεφθάρη, διὰ τὸν φοροῦντα
21.1.35
αὐτὸ Κύριον. Διὰ τοῦτο εἰ καὶ ἀπέθανε διὰ τὸ ὑπὲρ πάντων λύτρον, ἀλλ' οὐκ εἶδε
21.1.36
διαφθοράν. Ὁλόκληρον γὰρ ἀνέστη· ἐπεὶ μηδὲ ἄλλου τινός, ἀλλ' αὐτῆς τῆς Ζωῆς ἦν
21.1.37
τὸ σῶμα.