Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De incarnatione verbi
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
22.1.1
Ἀλλ' ἔδει, φήσειεν ἄν τις, κρυβῆναι τὴν ἐπιβουλὴν τῶν Ἰουδαίων, ἵνα
22.1.2
καθόλου τὸ ἑαυτοῦ σῶμα ἀθάνατον φυλάξῃ. Ἀκουέτω δὴ ὁ τοιοῦτος, ὅτι καὶ τοῦτο
22.1.3
ἀπρεπὲς ἦν τῷ Κυρίῳ· ὡς γὰρ οὐκ ἔπρεπε τῷ τοῦ Θεοῦ Λόγῳ, ζωῇ ὄντι, τῷ σώματι
22.1.4
ἑαυτοῦ θάνατον παρ' ἑαυτοῦ διδόναι· οὕτως οὐχ ἥρμοζεν οὐδὲ τὸν παρ' ἑτέρων
22.1.5
διδόμενον φεύγειν· ἀλλὰ καὶ μᾶλλον διώκειν αὐτὸν εἰς ἀναίρεσιν, ὅθεν εἰκότως
22.1.6
οὔτε ἑαυτῷ ἀπέθετο τὸ σῶμα, οὔτε πάλιν ἐπιβουλεύοντας τοὺς Ἰουδαίους ἔφυγε.
22.2.1
Τὸ δὲ τοιοῦτον οὐκ ἀσθένειαν ἐδείκνυε τοῦ Λόγου, ἀλλὰ μᾶλλον καὶ Σωτῆρα
22.2.2
καὶ Ζωὴν αὐτὸν ἐγνώριζεν, ὅτι καὶ τὸν θάνατον εἰς ἀναίρεσιν περιέμενε, καὶ τὸν
22.2.3
διδόμενον θάνατον ὑπὲρ τῆς πάντων σωτηρίας ἔσπευδε τελειῶσαι. 22. 3 Καὶ ἄλλως
22.2.4
δέ, οὐ τὸν ἑαυτοῦ θάνατον ἀλλὰ τὸν τῶν ἀνθρώπων ἦλθε τελειῶσαι ὁ Σωτήρ· ὅθεν
22.2.5
οὐκ ἰδίῳ θανάτῳ, οὐκ εἶχε γὰρ Ζωὴ ὤν, ἀπε τίθετο τὸ σῶμα, ἀλλὰ τὸν παρὰ τῶν
22.2.6
ἀνθρώπων ἐδέχετο, ἵνα καὶ τοῦτον ἐν τῷ ἑαυτοῦ σώματι προσελθόντα τέλεον
22.2.7
ἐξαφανίσῃ. 22. 4 Ἔπειτα καὶ ἐκ τούτων ἄν τις εὐλόγως ἴδοι τὸ τοιοῦτον τέλος
22.2.8
ἐσχηκέναι τὸ κυριακὸν σῶμα. Ἔμελε τῷ Κυρίῳ μάλιστα περὶ ἧς ἔμελλε ποιεῖν
22.2.9
ἀναστάσεως τοῦ σώματος· τοῦτο γὰρ ἦν κατὰ τοῦ θανάτου τρόπαιον ταύτην
22.2.10
ἐπιδείξασθαι πᾶσι, καὶ πάντας πιστώσασθαι τὴν παρ' αὐτοῦ γενομένην τῆς φθορᾶς
22.2.11
ἀπάλειψιν, καὶ λοιπὸν τὴν τῶν σωμάτων ἀφθαρσίαν, ἧς πᾶσιν ὥσπερ ἐνέχυρον καὶ
22.2.12
γνώρισμα τῆς ἐπὶ πάντας ἐσομένης ἀναστάσεως τετήρηκεν ἄφθαρτον τὸ ἑαυτοῦ
22.2.13
σῶμα. 22. 5 Εἰ μὲν οὖν ἦν πάλιν νοσῆσαν τὸ σῶμα, καὶ ἐπ' ὄψει πάντων διαλυθεὶς
22.2.14
ἀπ' αὐτοῦ ὁ Λόγος, ἀπρεπὲς μὲν ἦν τὸν τῶν ἄλλων τὰς νόσους θεραπεύοντα
22.2.15
παρορᾶν τὸ ἴδιον ὄργανον ἐν νόσοις τηκόμενον. Πῶς γὰρ ἂν ἐπιστεύθη τὰς ἄλλων
22.2.16
ἀπελάσας ἀσθενείας, ἀσθενοῦντος ἐν αὐτῷ τοῦ ἰδίου ναοῦ; Ἢ γὰρ ὡς οὐ δυνάμενος
22.2.17
ἀπελάσαι νόσον ἐγελάσθη, ἢ δυνάμενος, καὶ μὴ ποιῶν, ἀφιλάνθρωπος καὶ πρὸς τοὺς
22.2.18
ἄλλους ἐνομίζετο.

Intertext edge

Open linked passage

Note