De incarnatione verbi
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
23.1.1
Εἰ δὲ καὶ χωρίς τινος νόσου καὶ χωρίς τινος ἀλγηδόνος, ἰδίᾳ που καὶ
23.1.2
καθ' ἑαυτὸν ἐν γωνίᾳ, ἢ ἐν ἐρήμῳ τόπῳ, ἢ κατ' οἰκίαν, ἢ ὅπου δήποτε τὸ σῶμα
23.1.3
κρύψας ἦν, καὶ μετὰ ταῦτα πάλιν ἐξαίφνης φανείς, ἔλεγεν ἑαυτὸν ἐκ νεκρῶν
23.1.4
ἐγηγέρθαι· μύθους μὲν ἂν ἔδοξε λέγειν παρὰ πᾶσιν, ἠπιστήθη δὲ πολλῷ πλέον καὶ
23.1.5
περὶ τῆς ἀνα στάσεως λέγων, οὐκ ὄντος ὅλως τοῦ μαρτυροῦντος περὶ τοῦ θανάτου
23.1.6
αὐτοῦ. Τῆς δὲ ἀναστάσεως προηγεῖσθαι δεῖ θάνατον, ἐπεὶ οὐκ ἂν εἴη ἀνάστασις μὴ
23.1.7
προηγουμένου θανάτου· ὅθεν εἰ κρύφα που ἐγεγόνει τοῦ σώματος ὁ θάνατος, οὐ
23.1.8
φαινομένου τοῦ θανάτου, οὐδὲ ἐπὶ μαρτύρων γενομένου, ἀφανὴς ἦν καὶ ἀμάρτυρος
23.1.9
καὶ ἡ τούτου ἀνάστασις· 23. 2 Ἢ διὰ τί τὴν μὲν ἀνάστασιν ἐκήρυττεν ἀναστάς, τὸν δὲ
23.1.10
θάνατον ἀφανῶς ἐποίει γενέσθαι; Ἢ διὰ τί τοὺς μὲν δαίμονας ἐπ' ὄψει πάντων
23.1.11
ἀπήλαυνε, τόν τε ἐκ γενετῆς τυφλὸν ἀναβλέπειν ἐποίει, καὶ τὸ ὕδωρ εἰς οἶνον
23.1.12
μετέβαλεν, ἵνα δι' αὐτῶν πιστευθῇ Λόγος Θεοῦ· τὸ δὲ θνητὸν οὐκ ἐπ' ὄψει πάντων
23.1.13
ἄφθαρτον ἐδείκνυεν, ἵνα πιστευθῇ αὐτὸς ὢν ἡ Ζωή; 23. 3 Πῶς δὲ καὶ οἱ τούτου
23.1.14
μαθηταὶ παρρησίαν εἶχον περὶ τοῦ τῆς ἀναστάσεως λόγου, οὐκ ἔχοντες εἰπεῖν ὅτι
23.1.15
πρῶτον ἀπέθανεν; Ἢ πῶς ἂν ἐπιστεύθησαν λέγοντες γεγονέναι πρῶτον θάνατον,
23.1.16
εἶτα τὴν ἀνάστασιν, εἰ μὴ παρ' οἷς ἐπαρρησιάζοντο, εἶχον τούτους μάρτυρας τοῦ
23.1.17
θανάτου; Εἰ γὰρ καὶ οὕτως ἐπ' ὄψει πάντων γενομένων τοῦ τε θανάτου καὶ τῆς
23.1.18
ἀναστάσεως οὐκ ἠθέλησαν οἱ τότε Φαρι σαῖοι πιστεύειν, ἀλλὰ καὶ τοὺς ἑωρακότας
23.1.19
τὴν ἀνάστασιν ἠνάγκασαν ἀρνήσασθαι ταύτην· πάντως εἰ κεκρυμμένως ἐγεγόνει
23.1.20
ταῦτα, πόσας ἂν προφάσεις ἐπενόουν ἀπιστίας; 23. 4 Πῶς δὲ ἄρα τὸ τοῦ θανάτου
23.1.21
τέλος ἐδείκνυτο, καὶ ἡ κατὰ τούτου νίκη, εἰ μὴ ἐπ' ὄψει πάντων προσκαλεσάμενος
23.1.22
αὐτὸν ἤλεγξε νεκρόν, κενωθέντα λοιπὸν τῇ τοῦ σώματος ἀφθαρσίᾳ;