De incarnatione verbi
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
2.1.1
Τὴν δημιουργίαν τοῦ κόσμου καὶ τὴν τῶν πάντων κτίσιν πολλοὶ
2.1.2
διαφόρως ἐξειλήφασι, καὶ ὡς ἕκαστος ἠθέλησεν, οὕτως καὶ ὡρίσατο. Οἱ μὲν γὰρ
2.1.3
αὐτομάτως, καὶ ὡς ἔτυχε, τὰ πάντα γεγενῆσθαι λέγουσιν, ὡς οἱ Ἐπικούρειοι, οἳ καὶ
2.1.4
τὴν τῶν ὅλων πρόνοιαν καθ' ἑαυτῶν οὐκ εἶναι μυθολογοῦντες, ἄντικρυς παρὰ τὰ
2.1.5
ἐναργῆ καὶ φαινόμενα λέγοντες. 2. 2 Εἰ γὰρ αὐτομάτως τὰ πάντα χωρὶς προνοίας
2.1.6
κατ' αὐτοὺς γέγονεν, ἔδει τὰ πάντα ἁπλῶς γεγενῆσθαι καὶ ὅμοια εἶναι καὶ μὴ
2.1.7
διάφορα. Ὡς γὰρ ἐπὶ σώματος ἑνὸς ἔδει τὰ πάντα εἶναι ἥλιον ἢ σελήνην, καὶ ἐπὶ τῶν
2.1.8
ἀνθρώπων ἔδει τὸ ὅλον εἶναι χεῖρα, ἢ ὀφθαλμόν, ἢ πόδα. Νῦν δὲ οὐκ ἔστι μὲν
2.1.9
οὕτως· ὁρῶμεν δὲ τὸ μέν, ἥλιον· τὸ δέ, σελήνην· τὸ δέ, γῆν· καὶ πάλιν ἐπὶ τῶν
2.1.10
ἀνθρωπίνων σωμάτων, τὸ μέν, πόδα· τὸ δέ, χεῖρα· τὸ δέ, κεφαλήν. Ἡ δὲ τοιαύτη
2.1.11
διάταξις οὐκ αὐτομάτως αὐτὰ γεγενῆ σθαι γνωρίζει, ἀλλ' αἰτίαν τούτων
2.1.12
προηγεῖσθαι δείκνυσιν· ἀφ' ἧς καὶ τὸν διαταξάμενον καὶ πάντα ποιήσαντα Θεὸν ἔστι
2.1.13
νοεῖν. 2. 3 Ἄλλοι δέ, ἐν οἷς ἐστι καὶ ὁ μέγας παρ' Ἕλλησι Πλάτων, ἐκ
2.1.14
προϋποκειμένης καὶ ἀγενήτου ὕλης πεποιη κέναι τὸν Θεὸν τὰ ὅλα διηγοῦνται· μὴ ἂν
2.1.15
γὰρ δύνα σθαί τι ποιῆσαι τὸν Θεὸν εἰ μὴ προϋπέκειτο ἡ ὕλη· ὥσπερ καὶ τῷ τέκτονι
2.1.16
προϋποκεῖσθαι δεῖ τὸ ξύλον, ἵνα καὶ ἐργάσασθαι δυνηθῇ. 2. 4 Οὐκ ἴσασι δὲ τοῦτο
2.1.17
λέγοντες ὅτι ἀσθένειαν περιτιθέασι τῷ Θεῷ· εἰ γὰρ οὐκ ἔστι τῆς ὕλης αὐτὸς αἴτιος,
2.1.18
ἀλλ' ὅλως ἐξ ὑποκειμένης ὕλης ποιεῖ τὰ ὄντα, ἀσθενὴς εὑρίσκεται, μὴ δυνάμενος
2.1.19
ἄνευ τῆς ὕλης ἐργάσασθαί τι τῶν γενομένων· ὥσπερ ἀμέλει καὶ τοῦ τέκτονος
2.1.20
ἀσθένειά ἐστι τὸ μὴ δύνασθαι χωρὶς τῶν ξύλων ἐργάσασθαί τι τῶν ἀναγκαίων. Καὶ
2.1.21
καθ' ὑπόθεσιν γάρ, εἰ μὴ ἦν ἡ ὕλη, οὐκ ἂν εἰργάσατό τι ὁ Θεός. Καὶ πῶς ἔτι ποιητὴς
2.1.22
καὶ δημιουργὸς ἂν λεχθείη ἐξ ἑτέρου τὸ ποιεῖν ἐσχηκώς, λέγω δὴ ἐκ τῆς ὕλης; Ἔσται
2.1.23
δέ, εἰ οὕτως ἔχει, κατ' αὐτοὺς ὁ Θεὸς τεχνίτης μόνον καὶ οὐ κτίστης εἰς τὸ εἶναι, εἴ γε
2.1.24
τὴν ὑποκειμένην ὕλην ἐργάζεται, τῆς δὲ ὕλης οὐκ ἔστιν αὐτὸς αἴτιος. Καθόλου γὰρ
2.1.25
οὐδὲ κτίστης ἂν λεχθείη, εἴ γε μὴ κτίζει τὴν ὕλην, ἐξ ἧς καὶ τὰ κτισθέντα γέγονεν.
2.5.1
Οἱ δὲ ἀπὸ τῶν αἱρέσεων ἄλλον ἑαυτοῖς ἀναπλάττονται δημιουργὸν τῶν πάντων
2.5.2
παρὰ τὸν Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τυφλώττοντες μέγα καὶ περὶ ἃ
2.5.3
φθέγγονται. 2. 6 Τοῦ γὰρ Κυρίου λέ γοντος πρὸς τοὺς Ἰουδαίους· «Οὐκ ἀνέγνωτε ὅτι
2.5.4
ἀπ' ἀρχῆς ὁ κτίσας ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς; καὶ εἶπεν· ἕνεκεν τούτου
2.5.5
καταλείψει ἄνθρωπος τὸν πατέρα καὶ τὴν μητέρα αὐτοῦ καὶ προσκολληθήσεται τῇ
2.5.6
γυναικὶ αὐτοῦ· καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν»· εἶτα σημαίνων τὸν κτίσαντά
2.5.7
φησιν· «Ὃ οὖν ὁ Θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω»,– πῶς οὗτοι ξένην τοῦ
2.5.8
Πατρὸς τὴν κτίσιν εἰσάγουσιν; εἰ δὲ κατὰ τὸν Ἰωάννην πάν τα περιλαβόντα καὶ
2.5.9
λέγοντα «πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν», πῶς ἂν ἄλλος
2.5.10
εἴη ὁ δημιουργός, παρὰ τὸν Πατέρα τοῦ Χριστοῦ;