Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De incarnatione verbi
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
32.1.1
Εἰ δ' ὅτι μὴ ὁρᾶται, ἀπιστεῖται καὶ ἐγηγέρθαι, ὥρα καὶ τὸ κατὰ φύσιν
32.1.2
ἀρνεῖσθαι τοὺς ἀπιστοῦντας. Θεοῦ γὰρ ἴδιον μὴ ὁρᾶσθαι μέν, ἐκ δὲ τῶν ἔργων
32.1.3
γινώσκεσθαι, καθάπερ καὶ ἐπάνω λέλεκται. 32. 2 Εἰ μὲν οὖν τὰ ἔργα μή ἐστι, καλῶς
32.1.4
τῷ μὴ φαινομένῳ ἀπιστοῦσιν· εἰ δὲ τὰ ἔργα βοᾷ καὶ δείκνυσιν ἐναργῶς, διὰ τί
32.1.5
ἑκόντες ἀρνοῦνται τὴν τῆς ἀναστάσεως οὕτως φανερῶς ζωήν; Εἰ γὰρ καὶ τὴν
32.1.6
διάνοιαν ἐπηρώθησαν, ἀλλὰ κἂν ταῖς ἔξωθεν αἰσθήσεσιν ὁρᾶν ἐστὶ τὴν
32.1.7
ἀναντίρρητον τοῦ Χριστοῦ δύναμιν καὶ θεότητα. 32. 3 Ἐπεὶ καὶ τυφλὸς ἐὰν μὴ βλέπῃ
32.1.8
τὸν ἥλιον, ἀλλὰ κἂν τῆς ὑπ' αὐτοῦ γενομένης θέρμης ἀντιλαμβανόμενος, οἶδεν ὅτι
32.1.9
ἥλιος ὑπὲρ γῆς ἐστίν. Οὕτως καὶ οἱ ἀντιλέγοντες εἰ καὶ μήπω πιστεύουσιν, ἀκμὴν
32.1.10
τυφλώττοντες περὶ τὴν ἀλήθειαν, ἀλλὰ κἂν ἑτέρων πιστευόντων γινώσκοντες τὴν
32.1.11
δύναμιν, μὴ ἀρνείσθωσαν τὴν τοῦ Χριστοῦ θεότητα καὶ τὴν ὑπ' αὐτοῦ γενομένην
32.1.12
ἀνάστασιν. 32. 4 Δῆλον γὰρ ὅτι εἰ νεκρός ἐστιν ὁ Χριστός, οὐκ ἂν τοὺς δαίμονας
32.1.13
ἐδίωκε, καὶ τὰ εἴδωλα ἐσκύλευε· νεκρῷ γὰρ οὐκ ἂν ὑπήκουσαν οἱ δαίμονες. Εἰ δὲ
32.1.14
διώκονται φανερῶς τῇ τούτου ὀνομασίᾳ, δῆλον ἂν εἴη μὴ εἶναι τοῦτον νεκρόν,
32.1.15
μάλιστα ὅτι δαίμονες, καὶ τὰ μὴ βλεπόμενα τοῖς ἀνθρώποις ὁρῶντες, ἠδύναντο
32.1.16
γινώσκειν εἰ νεκρός ἐστιν ὁ Χριστός, καὶ μηδόλως ὑπακούειν αὐτῷ. 32. 5 Νῦν δὲ ὃ μὴ
32.1.17
πιστεύουσιν ἀσεβεῖς ὁρῶσιν οἱ δαίμονες, ὅτι Θεός ἐστι, καὶ διὰ τοῦτο φεύγουσι καὶ
32.1.18
προσπίπτουσιν αὐτῷ, λέγοντες ἃ καὶ ὅτε ἦν ἐν σώματι ἐφθέγξαντο· «Οἴδαμέν σε τίς
32.1.19
εἶ· ὁ ἅγιος τοῦ Θεοῦ»· καὶ· «Ἔα, τί σοι καὶ ἡμῖν, Υἱὲ τοῦ Θεοῦ; δέομαί σου, μή με
32.1.20
βασανίσῃς.» 32. 6 Δαιμόνων τοίνυν ὁμολογούντων καὶ τῶν ἔργων ὁσημέραι
32.1.21
μαρτυρούντων, φανερὸν ἂν εἴη, καὶ μηδεὶς ἀναιδευέσθω πρὸς τὴν ἀλήθειαν, ὅτι τε
32.1.22
ἀνέστησε τὸ ἑαυτοῦ σῶμα ὁ Σωτήρ, καὶ ὅτι Θεοῦ Υἱός ἐστιν ἀληθινός, ἐξ αὐτοῦ οἷα
32.1.23
δὴ ἐκ Πατρὸς ἴδιος Λόγος καὶ Σοφία καὶ Δύναμις ὑπάρχων, ὃς χρόνοις ὕστερον ἐπὶ
32.1.24
σωτηρίᾳ τῶν πάντων ἔλαβε σῶμα, καὶ τὴν μὲν οἰκουμένην περὶ Πατρὸς ἐδίδαξε, τὸν
32.1.25
δὲ θάνατον κατήργησε, πᾶσι δὲ τὴν ἀφθαρσίαν ἐχαρίσατο διὰ τῆς ἐπαγγελίας τῆς
32.1.26
ἀναστάσεως, ἀπαρχὴν ταύτης τὸ ἴδιον ἐγείρας σῶμα, καὶ τρόπαιον αὐτὸ κατὰ τοῦ
32.1.27
θανάτου καὶ τῆς τούτου φθορᾶς ἐπιδειξάμενος τῷ σημείῳ τοῦ σταυροῦ.

Intertext edge

Open linked passage

Note