Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De incarnatione verbi
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
35.1.1
Ἀλλ' ἴσως περὶ μὲν τῆς τοῦ θανάτου προφητείας ἀκούσας, ζητεῖς καὶ τὰ
35.1.2
περὶ τοῦ σταυροῦ σημαινόμενα μαθεῖν. Οὐδὲ γὰρ οὐδὲ τοῦτο σεσιώπηται· δεδήλωται
35.1.3
δὲ καὶ λίαν τηλαυγῶς ἀπὸ τῶν ἁγίων. 35. 2 Μωϋσῆς γὰρ πρῶτος μεγάλῃ τῇ φωνῇ
35.1.4
προαπαγγέλλει λέγων· «Ὄψεσθε τὴν ζωὴν ὑμῶν κρεμαμένην ἀπέναντι τῶν
35.1.5
ὀφθαλμῶν ὑμῶν, καὶ οὐ μὴ πιστεύσητε.» 35. 3 Καὶ οἱ μετ' αὐτὸν δὲ προφῆται πάλιν
35.1.6
περὶ τούτου μαρτυροῦσι λέγοντες· «Ἐγὼ δὲ ὡς ἀρνίον ἄκακον ἀγόμενον τοῦ
35.1.7
θύεσθαι, οὐκ ἔγνων· ἐπ' ἐμὲ ἐλογίσαντο πονηρὸν λέγοντες· δεῦτε, καὶ ἐμβάλωμεν
35.1.8
ξύλον εἰς τὸν ἄρτον αὐτοῦ, καὶ ἐκτρίψωμεν αὐτὸν ἀπὸ γῆς ζώντων.» 35. 4 Καὶ πάλιν·
35.1.9
«Ὤρυξαν χεῖράς μου καὶ πόδας μου· ἐξηρίθμησαν πάντα τὰ ὀστᾶ μου, διεμερίσαντο
35.1.10
τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον.» 35. 5 Θάνατος δὲ
35.1.11
μετέωρος, καὶ ἐν ξύλῳ γινόμενος, οὐκ ἄλλος ἂν εἴη, εἰ μὴ ὁ σταυρός· καὶ ἐν οὐδενὶ
35.1.12
πάλιν θανάτῳ διορύσσονται χεῖρες καὶ πόδες, εἰ μὴ ἐν μόνῳ τῷ σταυρῷ. 35. 6 Ἐπειδὴ
35.1.13
δὲ τῇ τοῦ Σωτῆρος ἐπιδημίᾳ καὶ πάντα τὰ ἔθνη πανταχόθεν ἐπιγινώσκειν τὸν Θεὸν
35.1.14
ἤρξαντο, οὐδὲ τοῦτο ἀπαρασήμαντον κατέλειψαν· ἀλλ' ἔστι καὶ περὶ τούτων μνήμη
35.1.15
ἐν τοῖς ἁγίοις γράμμασιν. «Ἔσται γάρ, φησίν, ἡ ῥίζα τοῦ Ἰεσσαί, καὶ ὁ ἀνιστάμενος
35.1.16
ἄρχειν ἐθνῶν, ἐπ' αὐτῷ ἔθνη ἐλπιοῦσι.» Ταῦτα μὲν ὀλίγα πρὸς ἀπόδειξιν τῶν
35.1.17
γενομένων. 35. 7 Πᾶσα δὲ γραφὴ πεπλήρωται διελέγχουσα τὴν Ἰουδαίων ἀπιστίαν.
35.1.18
Τίς γὰρ πώποτε τῶν ἐν ταῖς θείαις γραφαῖς ἱστορηθέντων δικαίων, καὶ ἁγίων
35.1.19
προφητῶν, καὶ πατριαρχῶν, ἐκ παρθένου μόνης ἔσχε τὴν τοῦ σώματος γένεσιν; ἢ τίς
35.1.20
γυνὴ χωρὶς ἀνδρὸς αὐτάρκης γέγονε πρὸς σύστασιν ἀνθρώπων; οὐκ Ἄβελ μὲν ἐξ
35.1.21
Ἀδὰμ γέγονεν, Ἐνὼχ δὲ ἐκτοῦ Ἰάρεδ, Νῶε ἐκ Λαμέχ, καὶ Ἀβραὰμ μὲν ἐκ Θάρρα,
35.1.22
Ἰσαὰκ δὲ ἐξ Ἀβραάμ, καὶ Ἰακὼβ ἐξ Ἰσαάκ; οὐχὶ Ἰούδἐξ Ἰακώβ, καὶ Μωϋσῆς καὶ
35.1.23
Ἀαρὼν ἐξ Ἀβραάμ; οὐ Σαμουὴλ τοῦ Ἑλκανᾶ γέγονεν, οὐ Δαβὶδ τοῦ Ἰεσσαί, οὐ
35.1.24
Σολομὼν τοῦ Δαβίδ, οὐκ Ἐζεκίας τοῦ Ἄχαζ, οὐκ Ἰωσίατοῦ Ἀμώς, οὐχ Ἡσαΐας τοῦ
35.1.25
Ἀμώς, οὐχ Ἱερεμίας του Χελκίου, οὐκ Ἰεζεκιὴλ τοῦ Βουζί; οὐχ ἕκαστος ἔσχε τὸν
35.1.26
πατέρα τῆς γενέσεως ἀρχηγόν; τίς οὖν ὁ ἐκ παρθένου μόνης γεγονώς; ὅτι καὶ λίαν
35.1.27
ἐμέλησε τῷ προφήτῃ περὶ τῆς τούτου σημασίας. 35. 8 Τίνος δὲ τῆς γενέσεως
35.1.28
προέδραμεν ἀστὴρ ἐν οὐρανοῖς, καὶ τὸν γεννηθέντα ἐσήμανε τῇ οἰκουμένῃ; Μωϋσῆς
35.1.29
μὲν γὰρ γεννώμενος ἐκρύπτετο ὑπὸ τῶν γονέων· Δαβὶδ δὲ οὐδὲ τοῖς ἐκ γειτόνων
35.1.30
ἠκούσθη, ὅπουγε οὐδὲ ὁ μέγας Σα μουὴλ αὐτὸν ἐγίνωσκεν, ἀλλ' ἐπυνθάνετο, εἰ
35.1.31
ἔστιν ἔτι υἱὸς τῷ Ἰεσσαί· Ἀβραὰμ δὲ λοιπὸν γεγονὼς μέγας ἐγνώσθη τοῖς ἐγγύς. Τῆς
35.1.32
δὲ τοῦ Χριστοῦ γενέσεως μάρτυς οὐκ ἄνθρωπος, ἀλλ' ἀστὴρ φαινόμενος ἦν ἐν
35.1.33
οὐρανῷ, ὅθεν καὶ κατέβαινεν.

Intertext edge

Open linked passage

Note