Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De incarnatione verbi
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
36.1.1
Τίς δὲ πώποτε τῶν γενομένων βασιλέων «πρὶν ἰσχῦσαι καλεῖν πατέρα ἢ
36.1.2
μητέρα» ἐβασίλευσε καὶ τρόπαια κατὰ τῶν ἐχθρῶν εἴληφεν; οὐ Δαβὶδ τριακονταετὴς
36.1.3
ἐβασί λευσε, καὶ Σαλομὼν νέος γεγονὼς ἐβασίλευσεν; Οὐκ Ἰωὰς ἐτῶν ἑπτὰ
36.1.4
γενόμενος ἐπὶ τὴν βασιλείαν παρῆλθε, καὶ ὁ ἔτι κατωτέρω Ἰωσίας περὶ ἔτη γεγονὼς
36.1.5
ἑπτὰ τῆς ἀρχῆς ἀντελάβετο; Ἀλλὰ καὶ ὅμως οὗτοι ταύτην ἄγοντες τὴν ἡλικίαν,
36.1.6
ἴσχυον καλεῖν πατέρα ἢ μητέρα. 36. 2 Τίς οὖν ἄρα ἐστὶν ὁ σχεδὸν πρὶν γενέσεως
36.1.7
βασιλεύων, καὶ σκυλεύων τοὺς ἐχθρούς; Τίς δὲ τοιοῦτος γέγονε βασιλεὺς ἐν τῷ
36.1.8
Ἰσραήλ, καὶ ἐν τῷ Ἰούδᾳ, λεγέτωσαν οἱ Ἰουδαῖοι διερευνήσαντες, ἐφ' ὃν τὰ ἔθνη
36.1.9
πάντα τὴν ἐλπίδα τέθεινται καὶ εἰρήνην ἔσχε; Καὶ οὐ μᾶλλον ἠναντιοῦντο
36.1.10
πανταχόθεν αὐτοῖς; 36. 3 Ἕως γὰρ συνειστήκει ἡ Ἰερουσαλήμ, πόλεμος ἦν ἄσπονδος
36.1.11
αὐτοῖς, καὶ ἐμάχοντο πάντες πρὸς τὸν Ἰσραήλ, Ἀσσύριοι μὲν θλίβοντες, Αἰγύπτιοι δὲ
36.1.12
διώκοντες, Βαβυλώνιοι δὲ ἐπιβαίνοντες· καὶ τό γε θαυμαστόν, ὅτι καὶ Σύρους τοὺς
36.1.13
ἐκ γειτόνων ἀντιπολεμοῦντας εἶχον αὐτοῖς. Ἢ οὐχὶ Δαβὶδ τοὺς ἐν Μωὰβ ἐπολέμει,
36.1.14
καὶ τοὺς Σύρους ἐξέκοπτεν, Ἰωσίας τοὺς πλησίον ἐφυλάττετο, καὶ Ἐζεκίας ἐδειλία
36.1.15
τὴν ἀλαζονείαν τοῦ Σεναχηρείμ, καὶ Μωϋσεῖ ὁ Ἀμαλὴκ ἐστρατεύετο, καὶ οἱ
36.1.16
Ἀμορραῖοι ἠναντιοῦντο Ἰησοῦ τῷ τοῦ Ναυὴ, οἱ τὴν Ἱεριχὼ κατοικοῦντες ἀντιπαρετάσσοντο; Καὶ ὅλως ἄσπονδα ἦν τοῖς ἔθνεσι πρὸς τὸν Ἰσραὴλ τὰ τῆς φιλίας; Τίς
36.1.17
οὖν ἐστὶν εἰς ὃν τὰ ἔθνη τὴν ἐλπίδα τίθεται, ἄξιον ἰδεῖν· εἶναι γὰρ δεῖ, ἐπεὶ καὶ τὸν
36.1.18
προφήτην ἀδύνατον ψεύσασθαι. 36. 4 Τίνος δὲ τῶν ἁγίων προφητῶν ἢ τῶν ἄνωθεν
36.1.19
πατριαρχῶν ὁ θάνατος ἐν σταυρῷ γέγονεν ὑπὲρ τῆς πάντων σωτηρίας; Ἢ τίς ἐτραυ
36.1.20
ματίσθη καὶ ἀνῃρέθη ὑπὲρ τῆς πάντων ὑγείας; Τίς δὲ τῶν δικαίων ἢ τῶν βασιλέων
36.1.21
κατῆλθεν εἰς Αἴγυπτον, καὶ τῇ τούτου καθόδῳ τὰ τῶν Αἰγυπτίων εἴδωλα πέπαυται;
36.1.22
Ἀβραὰμ μὲν γὰρ κατῆλθε, καὶ πάλιν ἡ εἰδωλολατρία κατὰ πάντων. Μωϋσῆς ἐκεῖ
36.1.23
γεγέννηται, καὶ οὐδὲν ἧττον ἦν ἐκεῖ ἡ τῶν πεπλανημένων θρησκεία.

Intertext edge

Open linked passage

Note