De incarnatione verbi
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
37.1.1
Τίς δὲ τῶν ἐν τῇ γραφῇ μαρτυρουμένων διωρύχθη τὰς χεῖρας καὶ τοὺς
37.1.2
πόδας, ἢ ὅλως ἐπὶ ξύλου κεκρέμασται, καὶ σταυρῷ τετελείωται ὑπὲρ τῆς πάντων
37.1.3
σωτηρίας; Ἀβραὰμ μὲν γὰρ ἐπὶ κλίνης ἐκλείπων ἀπέθανεν· Ἰσαὰκ δὲ καὶ Ἰακὼβ καὶ
37.1.4
αὐτοὶ ἐξάραντες τοὺς πόδας ἐπὶ κλίνης ἀπέθανον. Μωϋσῆς καὶ Ἀαρὼν ἐν τῷ ὄρει,
37.1.5
Δαβὶδ ἐν τῷ οἴκῳ τετελεύτηκεν, οὐδεμίαν ἐπιβουλὴν ὑπὸ τῶν λαῶν παθών. Εἰ δὲ
37.1.6
καὶ ἐζητήθη ὑπὸ τοῦ Σαούλ, ἀλλὰ ἀβλαβὴς ἐσῴζετο. Ἡσαΐας ἐπρίσθη μέν, ἀλλ' οὐκ
37.1.7
ἐπὶ ξύλου κε κρέμασται· Ἱερεμίας ὑβρίσθη, ἀλλ' οὐ κατακριθεὶς ἀπέθανεν· Ἰεζεκιὴλ
37.1.8
ἔπασχεν, ἀλλ' οὐχ ὑπὲρ τοῦ λαοῦ, ἀλλὰ τὰ ἐσόμενα κατὰ τοῦ λαοῦ σημαίνων. 37. 2
37.1.9
Ἔπειτα οὗτοι, καὶ πάσχοντες, ἄνθρωποι ἦσαν, ὁποῖοι καὶ πάντες κατὰ τὴν τῆς
37.1.10
φύσεως ὁμοιότητα· ὁ δὲ σημαινόμενος ἐκ τῶν γραφῶν ὑπὲρ πάντων πάσχειν, οὐκ
37.1.11
ἁπλῶς ἄνθρωπος, ἀλλὰ ζωὴ πάντων λέγεται, κἂν ὅμοιος κατὰ τὴν φύσιν τοῖς
37.1.12
ἀνθρώποις. «Ὄψεσθε γάρ, φησί, τὴν ζωὴν ὑμῶν κρεμαμένην ἀπέναντι τῶν
37.1.13
ὀφθαλμῶν ὑμῶν», καὶ· «Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται;» Πάντων μὲν γὰρ τῶν
37.1.14
ἁγίων τὴν γενεάν τις δύναται μαθὼν ἄνωθεν διηγήσασθαι τίς καὶ πόθεν ἕκαστος
37.1.15
γέγονε· τοῦ δὲ τυγχάνοντος ζωῆς ἀδιήγητον τὴν γενεὰν οἱ θεῖοι σημαίνουσι λόγοι.
37.3.1
Τίς οὖν ἐστι, περὶ οὗ ταῦτα λέγουσιν αἱ θεῖαι γραφαί; ἢ τίς τηλικοῦτος, ὡς καὶ
37.3.2
τοὺς προφήτας περὶ αὐτοῦ τοσαῦτα προκαταγγέλλειν; Ἀλλὰ γὰρ οὐδεὶς ἄλλος ἐν
37.3.3
ταῖς γραφαῖς εὑρίσκεται, πλὴν τοῦ κοινοῦ πάντων Σωτῆρος τοῦ Θεοῦ Λόγου τοῦ
37.3.4
Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Οὗτος γάρ ἐστιν ὁ ἐκ παρθένου προελθὼν καὶ
37.3.5
ἄνθρωπος ἐπὶ γῆς φανεὶς καὶ ἀδιήγητον ἔχων τὴν κατὰ σάρκα γενεάν. Οὐ γάρ ἐστιν
37.3.6
ὃς δύναται τὸν κατὰ σάρκα πατέρα τούτου λέγειν, οὐκ ὄντος τοῦ σώματος αὐτοῦ ἐξ
37.3.7
ἀνδρὸς ἀλλ' ἐκ παρθένου μόνης. 37. 4 Ὥσπερ οὖν τοῦ Δαβὶδ καὶ Μωϋσέως καὶ
37.3.8
πάντων τῶν πατριαρχῶν τοὺς πατέρας τις γενεαλογεῖν δύναται, οὕτως οὐδεὶς
37.3.9
δύναται τὴν κατὰ σάρκα γενεὰν τοῦ Σωτῆρος ἐξ ἀνδρὸς διηγήσασθαι. Οὗτός ἐστιν ὁ
37.3.10
καὶ τὸν ἀστέρα σημαίνειν τὴν τοῦ σώματος γένεσιν ποιήσας. Ἔδει γὰρ ἀπ' οὐρανοῦ
37.3.11
κατερχόμενον τὸν Λόγον, ἐξ οὐρανοῦ καὶ τὴν σημασίαν ἔχειν· καὶ ἔδει τὸν τῆς
37.3.12
κτίσεως βασιλέα προερ χόμενον, ἐμφανῶς ὑπὸ πάσης τῆς οἰκουμένης γινώσκεσθαι.
37.5.1
Ἀμέλει ἐν Ἰουδαίᾳ ἐγεννᾶτο, καὶ οἱ ἀπὸ Περσίδος ἤρχοντο προσκυνῆσαι αὐτῷ.
37.5.2
Οὗτός ἐστιν ὁ καὶ πρὶν τῆς σωματικῆς ἐπιφανείας λαβὼν τὴν κατὰ τῶν
37.5.3
ἀντικειμένων δαιμόνων νίκην, καὶ κατὰ τῆς εἰδωλολατρίας τρόπαια. Πάντες γοῦν
37.5.4
πανταχόθεν οἱ ἀπὸ τῶν ἐθνῶν, ἐξομνύμενοι τὴν πάτριον συνήθειαν καὶ τὴν
37.5.5
εἰδώλων ἀθεότητα, πρὸς τὸν Χριστὸν λοιπὸν τὴν ἐλπίδα τίθενται, καὶ αὐτῷ
37.5.6
καταγράφουσιν ἑαυτούς, ὡς καὶ τοῖς ὀφθαλμοῖς ἔξεστιν ἰδεῖν τὸ τοιοῦτον. 37. 6 Οὐδὲ
37.5.7
γὰρ ἄλλοτε ἡ τῶν Αἰγυπτίων ἀθεότης πέπαυται, εἰ μὴ ὅτε ὁ Κύριος τοῦ παντός, ὡς
37.5.8
ἐπὶ νεφέλης ἐποχούμενος, τῷ σώματι κατῆλθεν ἐκεῖ, καὶ τὴν τῶν εἰδώλων
37.5.9
κατήργησε πλάνην, πάντας δὲ εἰς ἑαυτὸν καὶ δι' ἑαυτοῦ πρὸς τὸν Πατέρα
37.5.10
μετήνεγκεν. 37. 7 Οὗτός ἐστιν ὁ σταυρωθεὶς ἐπὶ μάρτυρι τῷ ἡλίῳ καὶ τῇ κτίσει καὶ
37.5.11
τοῖς αὐτῷ τὸν θάνατον προσαγαγοῦσι· καὶ τῷ τούτου θανάτῳ ἡ σωτηρία πᾶσι
37.5.12
γέγονε, καὶ ἡ κτίσις πᾶσα λελύτρωται. Οὗτός ἐστιν ἡ πάντων ζωή, καὶ ὁ ὡς
37.5.13
πρόβατον ὑπὲρ τῆς πάντων σωτηρίας ἀντίψυχον τὸ ἑαυτοῦ σῶμα εἰς θάνατον
37.5.14
παραδούς, κἂν Ἰουδαῖοι μὴ πιστεύωσιν.