De incarnatione verbi
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
39.1.1
Ἀλλ' ἴσως καὶ αὐτοὶ μὴ δυνάμενοι πρὸς τὰ φανερὰ διαμάχεσθαι, οὐκ
39.1.2
ἀρνήσονται μὲν τὰ γεγραμμένα, προσδοκᾶν δὲ ταῦτα καὶ μηδέπω παραγεγενῆσθαι
39.1.3
τὸν Θεὸν Λόγον διαβεβαιώσονται. Τοῦτο γὰρ ἄνω καὶ κάτω θρυλλοῦντες, οὐκ
39.1.4
ἐρυθριῶσιν ἀναιδευόμενοι πρὸς τὰ φαινόμενα. 39. 2 Ἀλλὰ περὶ τούτου καὶ πρὸ
39.1.5
πάντων μᾶλλον ἐλεγχθήσονται, οὐ παρ' ἡμῶν, ἀλλὰ παρὰ τοῦ σοφωτάτου Δανιὴλ
39.1.6
σημαίνοντος καὶ τὸν παρόντα καιρόν, καὶ τὴν θείαν τοῦ Σωτῆρος ἐπιδημίαν,
39.1.7
λέγοντος· «Ἑβδομήκοντα ἑβδομάδες συνετμήθησαν ἐπὶ τὸν λαόν σου, καὶ ἐπὶ τὴν
39.1.8
πόλιν τὴν ἁγίαν, τοῦ συντελεσθῆναι ἁμαρτίαν, καὶ τοῦ σφραγισθῆναι ἁμαρτίας, καὶ
39.1.9
ἀπαλεῖψαι τὰς ἀδικίας, καὶ τοῦ ἐξιλάσασθαι τὰς ἀδικίας, καὶ τοῦ ἀγαγεῖν δικαιο
39.1.10
σύνην αἰώνιον, καὶ τοῦ σφραγίσαι ὅρασιν καὶ προφήτην, καὶ τοῦ χρίσαι ἅγιον ἁγίων·
39.1.11
καὶ γνώσῃ καὶ συνήσεις ἀπὸ ἐξόδου λόγου τοῦ ἀποκριθῆναι, καὶ τοῦ οἰκοδομῆσαι
39.1.12
Ἰερουσαλήμ, ἕως Χριστοῦ ἡγουμένου.» 39. 3 Ἴσως ἐπὶ τοῖς ἄλλοις κἂν προφάσεις
39.1.13
εὑρίσκειν δύνανται, καὶ εἰς μέλλοντα χρόνον ἀναβάλλεσθαι τὰ γεγραμμένα. Τί δὲ
39.1.14
πρὸς ταῦτα λέγειν ἢ ὅλως ἀντωπῆσαι δύνανται; ὅπουγε καὶ ὁ Χριστὸς σημαίνεται,
39.1.15
καὶ ὁ χριόμενος οὐκ ἄνθρωπος ἁπλῶς ἀλλ' Ἅγιος ἁγίων εἶναι καταγγέλλεται, καὶ
39.1.16
ἕως τῆς παρουσίας αὐτοῦ Ἰερουσαλὴμ συνίσταται, καὶ λοιπὸν παύεται προφήτης καὶ
39.1.17
ὅρασις ἐν τῷ Ἰσραήλ. 39. 4 Ἐχρίσθη πάλαι Δαβίδ, καὶ Σολομών, καὶ Ἐζεκίας, ἀλλὰ
39.1.18
καὶ πάλιν Ἰερουσαλὴμ καὶ ὁ τόπος συνειστήκει, καὶ προφῆται προεφήτευον, Γάδ, καὶ
39.1.19
Ἀσάφ, καὶ Νάθαν, καὶ μετ' αὐτοὺς Ἡσαΐας, καὶ Ὠσῆε, καὶ Ἀμώς, καὶ ἄλλοι. Ἔπειτα
39.1.20
καιαὐτοὶ οἱ χρισθέντες ἄνθρωποι ἅγιοι ἐκλήθησαν, καὶ οὐχ ἅγιοι ἁγίων. 39. 5 Ἀλλ'
39.1.21
ἐὰν τὴν αἰχμαλωσίαν προβάλλωνται, καὶ δι' αὐτὴν μὴ εἶναι λέγωσι τὴν
39.1.22
Ἰερουσαλήμ, τί καὶ περὶ τῶν προφητῶν ἂν εἴποιεν; καὶ γὰρ πάλαι καταβαίνοντος
39.1.23
τοῦ λαοῦ εἰς Βαβυλῶνα, ἦσαν ἐκεῖ Δανιὴλ καὶ Ἱερεμίας· προεφήτευον δὲ Ἰεζεκιὴλ
39.1.24
καὶ Ἀγγαῖος καὶ Ζαχαρίας.