Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De incarnatione verbi
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
41.1.1
Ἕλληνας δὲ καὶ πάνυ τις θαυμάσειε γελῶντας μὲν τὰ ἀχλεύαστα,
41.1.2
πεπηρωμένους δὲ ἐπὶ τῇ ἑαυτῶν αἰσχύνῃ, ἣν ἐν λίθοις καὶ ξύλοις ἀναθέντες οὐχ
41.1.3
ὁρῶσι. 41. 2 Πλὴν οὐκ ἀποροῦντος ἐν ἀποδείξεσι τοῦ παρ' ἡμῖν λόγου, φέρε καὶ
41.1.4
τούτους ἐκ τῶν εὐλόγων δυσωπήσωμεν, μάλιστα ἀφ' ὧν καὶ αὐτοὶ ἡμεῖς ὁρῶμεν. Τί
41.1.5
γὰρ ἄτοπον, ἢ τί χλεύης παρ' ἡμῖν ἄξιον; Ἢ πάντως ὅτι τὸν Λόγον ἐν σώματι
41.1.6
πεφανερῶσθαι λέγομεν; Ἀλλὰ τοῦτο καὶ αὐτοὶ συνομολογήσουσι μὴ ἀτόπως
41.1.7
γεγενῆσθαι, ἐάνπερ τῆς ἀληθείας γένωνται φίλοι. 41. 3 Εἰ μὲν οὖν ὅλως ἀρνοῦνται
41.1.8
Λόγον εἶναι Θεοῦ, περιττῶς ποιοῦσι, περὶ οὗ μὴ ἴσασι χλευά ζοντες. 41. 4 Εἰ δὲ
41.1.9
ὁμολογοῦσιν εἶναι Λόγον Θεοῦ, καὶ τοῦτον Ἡγεμόνα τοῦ παντός, καὶ ἐν αὐτῷ τὸν
41.1.10
Πατέρα δεδημιουρ γηκέναι τὴν κτίσιν, καὶ τῇ τούτου προνοίᾳ τὰ ὅλα φωτίζεσθαι καὶ
41.1.11
ζωογονεῖσθαι καὶ εἶναι, καὶ ἐπὶ πάντων αὐτὸν βασιλεύειν, ὡς ἐκ τῶν ἔργων τῆς
41.1.12
προνοίας γινώσκεσθαι αὐτὸν καὶ δι' αὐτοῦ τὸν Πατέρα· σκόπει, παρακαλῶ, εἰ μὴ τὴν
41.1.13
χλεύην καθ' ἑαυτῶν κινοῦντες ἀγνοοῦσι. 41. 5 Τὸν κόσμον σῶμα μέγα φασὶν εἶναι οἱ
41.1.14
τῶν Ἑλλήνων φιλόσοφοι, καὶ ἀληθεύουσι λέγοντες. Ὁρῶμεν γὰρ αὐτὸν καὶ τὰ
41.1.15
τούτου μέρη ταῖς αἰσθήσεσιν ὑποπίπτοντα. Εἰ τοίνυν ἐν τῷ κόσμῳ σώματι ὄντι ὁ τοῦ
41.1.16
Θεοῦ Λόγος ἐστί, καὶ ἐν ὅλοις καὶ τοῖς κατὰ μέρος αὐτοῦ πᾶσιν ἐπιβέβηκε, τί
41.1.17
θαυμαστὸν ἢ τί ἄτοπον εἰ καὶ ἐν ἀνθρώπῳ φαμὲν αὐτὸν ἐπιβεβηκέναι; 41. 6 Εἰ γὰρ
41.1.18
ἄτοπον ὅλως ἐν σώματι αὐτὸν γενέσθαι, ἄτοπον ἂν εἴη καὶ ἐν τῷ παντὶ τοῦτον
41.1.19
ἐπιβεβηκέναι, καὶ τὰ πάντα τῇ προνοίᾳ ἑαυτοῦ φωτίζειν καὶ κινεῖν· σῶμα γάρ ἐστι
41.1.20
καὶ τὸ ὅλον. 41. 7 Εἰ δὲ τῷ κόσμῳ τοῦτον ἐπι βαίνειν καὶ ἐν ὅλῳ αὐτὸν γνωρίζεσθαι
41.1.21
πρέπει, πρέποι ἂν καὶ ἐν ἀνθρωπίνῳ σώματι αὐτὸν ἐπιφαίνεσθαι, καὶ ὑπ' αὐτοῦ
41.1.22
τοῦτο φωτίζεσθαι καὶ ἐνεργεῖν. Μέρος γὰρ τοῦ παντὸς καὶ τὸ ἀνθρώπων ἐστὶ γένος.
41.1.23
Καὶ εἰ τὸ μέρος ἀπρεπές ἐστιν ὄργανον αὐτοῦ γίνεσθαι πρὸς τὴν τῆς θεότητος
41.1.24
γνῶσιν, ἀτοπώτατον ἂν εἴη καὶ δι' ὅλου τοῦ κόσμου γνωρίζεσθαι τὸν τοιοῦτον.

Intertext edge

Open linked passage

Note