Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De incarnatione verbi
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
47.1.1
Καὶ πάλαι μὲν τὰ πανταχοῦ τῆς ἀπάτης τῶν μαντείων ἐπεπλήρωτο, καὶ
47.1.2
τὰ ἐν Δελφοῖς καὶ Δωδώνῃ καὶ Βοιωτίᾳ καὶ Λυκίᾳ καὶ Λιβύῃ καὶ Αἰγύπτῳ καὶ
47.1.3
Καβίροις μαντεύματα καὶ ἡ Πυθία ἐθαυμάζοντο τῇ φαντασίᾳ παρὰ τῶν ἀνθρώπων·
47.1.4
νῦν δὲ ἀφ' οὗ Χριστὸς καταγγέλλεται πανταχοῦ, πέπαυται καὶ τούτων ἡ μανία, καὶ
47.1.5
οὐκ ἔστιν ἔτι λοιπὸν ἐν αὐτοῖς ὁ μαντευόμενος. 47. 2 Καὶ πάλαι μὲν δαίμονες
47.1.6
ἐφαντασιοκόπουν τοὺς ἀνθρώπους, προκαταλαμβάνοντες πηγὰς ἢ ποταμοὺς ἢ
47.1.7
ξύλα ἢ λίθους, καὶ οὕτως ταῖς μαγγανείαις ἐξέπληττον τοὺς ἄφρονας. Νῦν δὲ τῆς
47.1.8
θείας ἐπιφανείας τοῦ Λόγου γεγενημένης πέπαυται τούτων ἡ φαντασία. Τῷ γὰρ
47.1.9
σημείῳ τοῦ σταυροῦ καὶ μόνον ὁ ἄνθρωπος χρώμενος, ἀπελαύνει τούτων τὰς
47.1.10
ἀπάτας. 47. 3 Καὶ πάλαι μὲν τοὺς παρὰ ποιηταῖς λεγομένους θεούς, Δία καὶ Κρόνον
47.1.11
καὶ Ἀπόλλωνα καὶ ἥρωας, ἐνόμιζον οἱ ἄνθρωποι θεούς, καὶ τούτους ἐπλανῶντο
47.1.12
σέβοντες· ἄρτι δὲ τοῦ Σωτῆρος ἐν ἀνθρώποις φανέντος, ἐκεῖνοι μὲν ἐγνώσθησαν
47.1.13
ὄντες ἄνθρωποι θνητοί, μόνος δὲ ὁ Χριστὸς ἐν ἀνθρώποις ἐγνωρίσθη Θεὸς ἀληθινοῦ
47.1.14
Θεοῦ Θεὸς Λόγος. 47. 4 Τί δὲ περὶ τῆς θαυμαζομένης παρ' αὐτοῖς μαγείας ἄν τις
47.1.15
εἴποι; Ὅτι πρὶν μὲν ἐπιδημῆσαι τὸν Λόγον, ἴσχυε καὶ ἐνήργει παρ' Αἰγυπτίοις καὶ
47.1.16
Χαλδαίοις καὶ Ἰνδοῖς αὕτη καὶ ἐξέπληττε τοὺς ὁρῶντας· τῇ δὲ παρουσίᾳ τῆς
47.1.17
ἀληθείας καὶ τῇ ἐπιφανείᾳ τοῦ Λόγου διηλέγχθη καὶ αὕτη, καὶ κατηργήθη παντελῶς.
47.5.1
Περὶ δὲ τῆς Ἑλλη νικῆς σοφίας καὶ τῆς τῶν φιλοσόφων μεγαλοφωνίας, νομίζω
47.5.2
μηδένα τοῦ παρ' ἡμῶν δεῖσθαι λόγου, ἐπ' ὄψει πάντων ὄντος τοῦ θαύματος, ὅτι
47.5.3
τοσαῦτα γραψάντων τῶν παρ' Ἕλλησι σοφῶν καὶ μὴ δυνηθέντων πεῖσαι κἂν
47.5.4
ὀλίγους ἐκ τῶν πλησίον τόπων περὶ ἀθανασίας καὶ τοῦ κατ' ἀρετὴν βίου, μόνος ὁ
47.5.5
Χριστὸς δι' εὐτελῶν ῥημάτων, καὶ δι' ἀνθρώπων οὐ κατὰ τὴν γλῶτταν σοφῶν,
47.5.6
κατὰ πᾶσαν τὴν οἰκουμένην παμπληθεῖς ἐκκλησίας ἔπεισεν ἀνθρώπων καταφρονεῖν
47.5.7
μὲν θανάτου, φρονεῖν δὲ ἀθάνατα, καὶ τὰ μὲν πρόσκαιρα παρορᾶν, εἰς δὲ τὰ αἰώνια
47.5.8
ἀποβλέπειν, καὶ μηδὲν μὲν ἡγεῖσθαι τὴν ἐπὶ γῆς δόξαν, μόνης δὲ τῆς ἀθανασίας
47.5.9
ἀντιποιεῖσθαι .

Intertext edge

Open linked passage

Note