Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De incarnatione verbi
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
49.1.1
Τίς γὰρ τῶν πώποτε γενομένων ἀνθρώπων ἐκ παρθένου μόνης ἑαυτῷ
49.1.2
συνεστήσατο σῶμα; ἢ τίς πώποτε ἀνθρώπων τοιαύτας νόσους ἐθεράπευσεν, οἵας ὁ
49.1.3
κοινὸς πάντων Κύριος; Τίς δὲ τὸ τῇ γενέσει ἐλλεῖπον ἀποδέδωκε, καὶ ἐκ γενετῆς
49.1.4
τυφλὸν ἐποίησε βλέπειν; 49. 2 Ἀσκληπιὸς ἐθεοποιήθη παρ' αὐτοῖς, ὅτι τὴν ἰατρικὴν
49.1.5
ἤσκησε, καὶ βοτάνας πρὸς τὰ πάσχοντα τῶν σωμάτων ἐπενόει, οὐκ αὐτὸς ταύτας
49.1.6
πλάττων ἀπὸ γῆς, ἀλλὰ τῇ ἐκ φύσεως ἐπιστήμῃ ταύτας ἐφευρίσκων. Τί δὲ πρὸς τὸ
49.1.7
ὑπὸ τοῦ Σωτῆρος γενόμενον, ὅτι οὐ τραῦμα ἐθεράπευσεν, ἀλλὰ γένεσιν ἔπλασε καὶ
49.1.8
ἀποκατέστησε τὸ πλάσμα; 49. 3 Ἡρακλῆς ὡς θεὸς προσκυνεῖται παρ' Ἕλλησιν, ὅτι
49.1.9
πρὸς ἴσους ἀνθρώπους ἀντεμαχέσατο, καὶ θηρία δόλοις ἀνεῖλε. Τί πρὸς τὰ ὑπὸ τοῦ
49.1.10
Λόγου γενόμενα, ὅτι νόσους καὶ δαίμονας καὶ τὸν θάνατον αὐτὸν ἀπήλαυνε τῶν
49.1.11
ἀνθρώπων; Διόνυσος θρησκεύεται παρ' αὐτοῖς, ὅτι μέθης γέγονε διδάσκαλος τοῖς
49.1.12
ἀνθρώποις. Ὁ δὲ Σωτὴρ τῷ ὄντι καὶ Κύριος τοῦ παντός, σωφροσύνην διδάξας,
49.1.13
χλευάζεται παρ' ἐκείνων. 49. 4 Ἀλλ' ἔστω ταῦτα. Τί καὶ πρὸς τὰ ἕτερα θαύματα τῆς
49.1.14
θεότητος αὐτοῦ; Τίνος ἀποθνῄσκοντος ἀνθρώπου, ὁ μὲν ἥλιος ἐσκοτίσθη, ἡ δὲ γῆ
49.1.15
ἐσείετο; Ἰδοὺ μέχρι νῦν ἀποθνῄσκουσι καὶ ἀπέθανον ἔτι ἄνωθεν ἄνθρωποι· πότε τι
49.1.16
τοιοῦτον ἐπ' αὐτοῖς γέγονε θαῦμα; 49. 5 Ἤ, ἵνα τὰς διὰ τοῦ σώματος αὐτοῦ πράξεις
49.1.17
παραλίπω, καὶ τὰς μετὰ τὴν ἀνάστασιν τοῦ σώματος αὐτοῦ μνημονεύσω, τίνος
49.1.18
πώποτε τῶν γενομένων ἀνθρώπων ἡ διδασκαλία, ἀπὸ περάτων ἕως περάτων γῆς
49.1.19
μία καὶ ἡ αὐτὴ δι' ὅλων ἴσχυσεν, ὥστε διὰ πάσης γῆς τὸ σέβας αὐτοῦ διαπτῆναι; 49. 6
49.1.20
Ἢ διὰ τί, εἴπερ ἄνθρωπός ἐστιν ὁ Χριστὸς καὶ οὐ Θεὸς Λόγος κατ' αὐτούς, οὐ
49.1.21
κωλύεται ὑπὸ τῶν παρ' αὐτοῖς θεῶν εἰς τὴν αὐτὴν χώραν, ἔνθα εἰσί, τὸ τούτου σέβας
49.1.22
διαβῆναι, ἀλλὰ μᾶλλον αὐτὸς ὁ Λόγος ἐπιδημῶν τῇ διδασκαλίᾳ ἑαυτοῦ τὴν ἐκείνων
49.1.23
θρησκείαν παύει, καὶ τὴν φαντασίαν αὐτῶν καταισχύνει;

Intertext edge

Open linked passage

Note