De incarnatione verbi
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
51.1.1
Τίς οὖν ἀνθρώπων μετὰ θάνατον ἢ ὅλως ζῶν περὶ παρθενίας ἐδίδαξε,
51.1.2
καὶ οὐκ ἐνόμισεν ἀδύνατον
51.1.3
εἶναι τὴν ἀρετὴν ταύτην ἐν ἀνθρώποις; Ἀλλ' ὁ
51.1.4
ἡμέτερος Σωτὴρ καὶ τῶν πάντων Βασιλεὺς Χριστὸς τοσοῦτον ἴσχυσεν ἐν τῇ περὶ
51.1.5
ταύτης διδασκαλίᾳ, ὡς καὶ παιδία μήπω τῆς νομίμης ἡλικίας ἐπιβάντα τὴν ὑπὲρ τὸν
51.1.6
νόμον ἐπαγγέλλεσθαι παρθενίαν. 51. 2 Τίς πώποτε ἀνθρώπων ἠδυνήθη διαβῆναι
51.1.7
τοσοῦτον, καὶ εἰς Σκύθας καὶ Αἰθίοπας, ἢ Πέρσας, ἢ Ἀρμενίους, ἢ Γότθους, ἢ τοὺς
51.1.8
ἐπέκεινα τοῦ Ὠκεανοῦ λεγομένους, ἢ τοὺς ὑπὲρ τὴν Ὑρκανίαν ὄντας, ἢ ὅλως τοὺς
51.1.9
Αἰγυπτίους καὶ Χαλδαίους παρελθεῖν, τοὺς φρονοῦντας μὲν μαγικά, δεισιδαίμονας
51.1.10
δὲ ὑπὲρ τὴν φύσιν καὶ ἀγρίους τοῖς τρόποις, καὶ ὅλως κηρύξαι περὶ ἀρετῆς καὶ
51.1.11
σωφροσύνης καὶ τῆς κατὰ εἰδώλων θρησκείας, ὡς ὁ πάντων Κύριος, ἡ τοῦ Θεοῦ
51.1.12
Δύναμις, ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός; 51. 3 Ὃς οὐ μόνον ἐκήρυξε διὰ τῶν ἑαυτοῦ
51.1.13
μαθητῶν, ἀλλὰ γὰρ καὶ ἔπεισεν αὐτοὺς κατὰ διάνοιαν, τὴν μὲν τῶν τρόπων
51.1.14
ἀγριότητα μεταθέσθαι, μηκέτι δὲ τοὺς πατρίους σέβειν θεούς, ἀλλ' αὐτὸν
51.1.15
ἐπιγινώσκειν, καὶ δι' αὐτοῦ τὸν Πατέρα θρησκεύειν. 51. 4 Πάλαι μὲν γὰρ εἰδωλο
51.1.16
λατροῦντες, Ἕλληνες καὶ βάρβαροι κατ' ἀλλήλων ἐπολέ μουν, καὶ ὠμοὶ πρὸς τοὺς
51.1.17
συγγενεῖς ἐτύγχανον. Οὐκ ἦν γάρ τινα τὸ σύνολον οὔτε τὴν γῆν οὔτε τὴν θάλασσαν
51.1.18
διαβῆναι χωρὶς τοῦ τὴν χεῖρα ξίφεσιν ὁπλίσαι, ἕνεκα τῆς πρὸς ἀλλήλους
51.1.19
ἀκαταλλάκτου μάχης. 51. 5 Καὶ γὰρ καὶ ἡ πᾶσα τοῦ ζῆν αὐτοῖς διαγωγὴ δι' ὅπλων
51.1.20
ἐγίνετο, καὶ ξίφος ἦν αὐτοῖς ἀντὶ βακτηρίας, καὶ παντὸς βοηθήματος ἔρεισμα· καίτοι,
51.1.21
ὡς προεῖπον, εἰδώλοις ἐλάτρευον, καὶ δαίμοσιν ἔσπενδον θυσίας, καὶ ὅμως οὐδὲν ἐκ
51.1.22
τῆς εἰδώλων δεισιδαιμονίας ἠδυνήθησαν οἱ τοιαῦτα φρονοῦντες μεταπαιδευθῆναι.
51.6.1
Ὅτε δὲ εἰς τὴν Χριστοῦ διδασκαλίαν μεταβεβήκασι, τότε δὴ παραδόξως ὡς τῷ
51.6.2
ὄντι κατὰ διάνοιαν κατανυγέντες, τὴν μὲν ὠμότητα τῶν φόνων ἀπέθεντο, καὶ οὐκ
51.6.3
ἔτι πολέμια φρονοῦσι, πάντα δὲ αὐτοῖς εἰρηναῖα, καὶ τὰ πρὸς φιλίαν καταθύμια
51.6.4
λοιπόν ἐστι. 52. 1 Τίς οὖν ὁ ταῦτα ποιήσας, ἢ τίς ὁ τοὺς μισοῦντας ἀλλήλους εἰς
51.6.5
εἰρήνην συνάψας, εἰ μὴ ὁ ἀγαπητὸς τοῦ Πατρὸς Υἱός, ὁ κοινὸς πάντων Σωτὴρ
51.6.6
Ἰησοῦς Χριστός, ὃς τῇ ἑαυτοῦ ἀγάπῃ πάντα ὑπὲρ τῆς ἡμῶν σωτηρίας ὑπέστη; Καὶ
51.6.7
γὰρ καὶ ἄνωθεν ἦν προφητευόμενον περὶ τῆς παρ' αὐτοῦ πρυτανευομένης εἰρήνης,
51.6.8
λεγούσης τῆς γραφῆς· «Συγκό ψουσι τὰς μαχαίρας αὐτῶν εἰς ἄροτρα, καὶ τὰς ζιβύνας
51.6.9
αὐτῶν εἰς δρέπανα, καὶ οὐ λήψεται ἔθνος ἐπ' ἔθνος μάχαιραν, καὶ οὐ μὴ μάθωσιν ἔτι
51.6.10
πολεμεῖν.» 52. 2 Καὶ οὐκ ἄπιστόν γε τοιοῦτον, ὅπου καὶ νῦν οἱ τὸ ἄγριον τῶν τρόπων
51.6.11
ἔμφυτον ἔχοντες βάρβαροι, ἔτι μὲν θύοντες παρ' αὐτοῖς τοῖς εἰδώλοις, μαίνονται
51.6.12
κατ' ἀλλήλων, καὶ χωρὶς ξίφους οὐδεμίαν ὥραν ἀνέχονται μένειν. 52. 3 Ὅτε δὲ τῆς
51.6.13
Χριστοῦ διδασκαλίας ἀκούουσιν, εὐθέως ἀντὶ μὲν πολέμων εἰς γεωργίαν τρέπονται,
51.6.14
ἀντὶ δὲ τοῦ ξίφεσι τὰς χεῖρας ὁπλίζειν, εἰς εὐχὰς ἐκτείνουσι· καὶ ὅλως, ἀντὶ τοῦ
51.6.15
πολεμεῖν πρὸς ἑαυτούς, λοιπὸν κατὰ διαβόλου καὶ κατὰ δαιμόνων ὁπλίζονται,
51.6.16
σωφροσύνῃ καὶ ψυχῆς ἀρετῇ τούτους καταπολεμοῦντες. 52. 4 Τοῦτο δὲ τῆς μὲν
51.6.17
θειότητος τοῦ Σωτῆρός ἐστι γνώρισμα· ὅτι ὃ μὴ δεδύνηνται ἐν εἰδώλοις μαθεῖν οἱ
51.6.18
ἄνθρωποι, τοῦτο παρ' αὐτοῦ μεμαθήκασι· τῆς δὲ δαιμόνων καὶ τῆς εἰδώλων
51.6.19
ἀσθενείας καὶ οὐθενείας ἔλεγχος οὐκ ὀλίγος ἐστὶν οὗτος. Εἰδότες γὰρ ἑαυτῶν οἱ
51.6.20
δαίμονες τὴν ἀσθένειαν, διὰ τοῦτο συνέβαλον πάλαι τοὺς ἀνθρώπους καθ' ἑαυτῶν
51.6.21
πολεμεῖν, ἵνα μὴ παυσάμενοι τῆς κατ' ἀλλήλων ἔριδος, εἰς τὴν κατὰ δαιμόνων
51.6.22
μάχην ἐπιστρέψωσιν. 52. 5 Ἀμέλει, μὴ πολεμοῦντες πρὸς ἑαυτούς, οἱ Χριστῷ
51.6.23
μαθητευόμενοι κατὰ δαιμόνων τοῖς τρόποις καὶ ταῖς κατ' ἀρετὴν πράξεσιν
51.6.24
ἀντιπαρατάσσονται, καὶ τούτους μὲν διώκουσι, τὸν δὲ τούτων ἀρχηγὸν διάβολον
51.6.25
καταπαίζουσιν, ὥστε ἐν νεότητι μὲν σωφρονεῖν, ἐν πειρασμοῖς δὲ ὑπομένειν, ἐν
51.6.26
πόνοις δὲ καρτερεῖν, καὶ ὑβριζομένους μὲν ἀνέχεσθαι, ἀποστερουμένους δὲ
51.6.27
καταφρονεῖν, καὶ τό γε θαυμαστόν, ὅτι καὶ θανάτου καταφρονοῦσι, καὶ γίνονται
51.6.28
μάρτυρες Χριστοῦ.