Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De incarnatione verbi
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
53.1.1
Καὶ ἵνα ἓν ὃ καὶ πάνυ θαυμαστόν ἐστι γνώρισμα τῆς θειότητος τοῦ
53.1.2
Σωτῆρος εἴπω· τίς πώποτε ἄνθρωπος ἁπλῶς ἢ μάγος, ἢ τύραννος, ἢ βασιλεύς, ἐφ'
53.1.3
ἑαυτοῦ τοσοῦτον ἠδυνήθη βαλεῖν, καὶ καθ' ὅλης τῆς εἰδωλολατρίας καὶ πάσης
53.1.4
δαιμονικῆς στρατίας καὶ πάσης μαγείας καὶ πάσης σοφίας Ἑλλήνων, τοσοῦτον
53.1.5
ἰσχυόντων καὶ ἔτι ἀκμαζόντων καὶ ἐκπληττόντων πάντας, ἀντιμάχεσθαι καὶ μιᾷ
53.1.6
ῥοπῇ κατὰ πάντων ἀντιστῆναι, ὡς ὁ ἡμέτερος Κύριος, ὁ τοῦ Θεοῦ ἀληθὴς Λόγος, ὃς
53.1.7
ἀοράτως ἑκάστου τὴν πλάνην ἐλέγχων, μόνος παρὰ πάντων τοὺς πάντας
53.1.8
ἀνθρώπους σκυλεύει, ὥστε τοὺς μὲν τὰ εἴδωλα προσκυνοῦντας λοιπὸν αὐτὰ
53.1.9
καταπατεῖν, τοὺς δὲ μαγείαις θαυμασθέντας τὰς βίβλους κατακαίειν, τοὺς δὲ σοφοὺς
53.1.10
τὴν τῶν Εὐαγγε λίων προκρίνειν πάντων ἑρμηνείαν. 53. 2 Οὓς μὲν γὰρ πρότερον
53.1.11
προσεκύνουν, τούτους καταλιμπάνουσιν· ὃν δὲ ἐχλεύαζον ἐσταυρωμένον· τοῦτον
53.1.12
προσκυνοῦσι Χριστόν, Θεὸν αὐτὸν ὁμολογοῦντες· Καὶ οἱ μὲν παρ' αὐτοῖς λεγόμενοι
53.1.13
θεοὶ τῷ σημείῳ τοῦ σταυροῦ διώκονται· ὁ δὲ σταυρωθεὶς Σωτὴρ ἐν πάσῃ τῇ
53.1.14
οἰκουμένῃ Θεὸς ἀναγορεύεται καὶ
53.1.15
Θεοῦ Υἱός. Καὶ οἱ μὲν παρ' Ἕλλησι
53.1.16
προσκυνούμενοι θεοὶ ὡς αἰσχροὶ διαβάλλονται παρ' αὐτῶν· οἱ δὲ τὴν Χριστοῦ
53.1.17
λαμβάνοντες διδασκαλίαν, σωφρονέστερον ἐκείνων ἔχουσι τὸν βίον. 53. 3 Ταῦτα
53.1.18
οὖν, καὶ τὰ τοιαῦτα, εἰ μὲν ἀνθρώπινά ἐστι, δεικνύτω τις ὁ βουλόμενος καὶ τὰ τῶν
53.1.19
προτέρων τοιαῦτα, καὶ πειθέτω. Εἰ δὲ μὴ ἀνθρώπων ἀλλὰ Θεοῦ ἔργα ταῦτα φαίνεται
53.1.20
καί εἰσι, διὰ τί τοσοῦτον ἀσεβοῦσιν οἱ ἄπιστοι, μὴ ἐπιγινώσκοντες τὸν ταῦτα
53.1.21
ἐργασάμενον Δεσπότην; 53. 4 Ὅμοιον γὰρ πάσχουσιν, ὡς εἴ τις ἐκ τῶν ἔργων τῆς
53.1.22
κτίσεως μὴ γινώσκοι τὸν τούτων δημιουργὸν Θεόν. Εἰ γὰρ ἐκ τῆς εἰς τὰ ὅλα αὐτοῦ
53.1.23
δυνάμεως ἐγίνωσκον αὐτοῦ τὴν θεότητα, ἔγνωσαν ἂν ὅτι καὶ τὰ διὰ τοῦ σώματος
53.1.24
ἔργα τοῦ Χριστοῦ οὐκ ἀνθρώπινα, ἀλλὰ τοῦ πάντων Σωτῆρός ἐστι τοῦ Θεοῦ Λόγου.
53.1.25
Γινώσκοντες δὲ οὕτως, καθάπερ εἶπεν ὁ Παῦλος, «οὐκ ἂν τὸν Κύριον τῆς δόξης
53.1.26
ἐσταύρωσαν » .

Intertext edge

Open linked passage

Note