De incarnatione verbi
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
54.1.1
Ὥσπερ οὖν εἴ τις ἀόρατον ὄντα τῇ φύσει τὸν Θεὸν καὶ μηδόλως
54.1.2
ὁρώμενον εἰ θέλοι ὁρᾶν, ἐκ τῶν ἔργων αὐτὸν καταλαμβάνει καὶ γινώσκει, οὕτως ὁ
54.1.3
μὴ ὁρῶν τῇ διανοίᾳ τὸν Χριστόν, κἂν ἐκ τῶν ἔργων τοῦ σώματος καταμανθανέτω
54.1.4
τοῦτον, καὶ δοκιμαζέτω εἰ ἀνθρώπινά ἐστιν ἢ Θεοῦ. 54. 2 Καὶ ἐὰν μὲν ἀνθρώπινα ᾖ,
54.1.5
χλευαζέτω· εἰ δὲ μὴ ἀνθρώπινά ἐστιν ἀλλὰ Θεοῦ γινώσκεται, μὴ γελάτω τὰ
54.1.6
ἀχλεύαστα, ἀλλὰ μᾶλλον θαυμαζέτω, ὅτι διὰ τοιούτου πράγματος εὐτελοῦς τὰ θεῖα
54.1.7
ἡμῖν πεφανέρωται, καὶ διὰ τοῦ θανάτου ἡ ἀθανασία εἰς πάντας ἔφθασε, καὶ διὰ τῆς
54.1.8
ἐνανθρωπήσεως τοῦ Λόγου ἡ τῶν πάντων ἐγνώσθη πρόνοια, καὶ ὁ ταύτης χορηγὸς
54.1.9
καὶ Δημιουργὸς αὐτὸς ὁ τοῦ Θεοῦ Λόγος. 54. 3 Αὐτὸς γὰρ ἐνηνθρώπησεν, ἵνα ἡμεῖς
54.1.10
θεοποιηθῶμεν· καὶ αὐτὸς ἐφανέρωσεν ἑαυτὸν διὰ σώματος, ἵνα ἡμεῖς τοῦ ἀοράτου
54.1.11
Πατρὸς ἔννοιαν λάβωμεν· καὶ αὐτὸς ὑπέμεινε τὴν παρ' ἀνθρώπων ὕβριν, ἵνα ἡμεῖς
54.1.12
ἀφθαρσίαν κληρονομήσωμεν. Ἐβλάπτετο μὲν γὰρ αὐτὸς οὐδέν, ἀπαθὴς καὶ
54.1.13
ἄφθαρτος καὶ Αὐτολόγος ὢν καὶ Θεός· τοὺς δὲ πάσχοντας ἀνθρώπους, δι' οὓς καὶ
54.1.14
ταῦτα ὑπέμεινεν, ἐν τῇ ἑαυτοῦ ἀπαθείᾳ ἐτήρει καὶ διέσῳζε. 54. 4 Καὶ ὅλως τὰ
54.1.15
κατορθώματα τοῦ Σωτῆρος τὰ διὰ τῆς ἐνανθρωπήσεως αὐτοῦ γενόμενα, τοιαῦτα καὶ
54.1.16
τοσαῦτά ἐστιν, ἃ εἰ διηγήσασθαί τις ἐθελήσειεν, ἔοικε τοῖς ἀφορῶσιν εἰς τὸ πέλαγος
54.1.17
τῆς θαλάσσης καὶ θέλουσιν ἀριθμεῖν τὰ κύματα ταύτης. Ὡς γὰρ οὐ δύναται τοῖς
54.1.18
ὀφθαλμοῖς περιλαβεῖν τὰ ὅλα κύματα, τῶν ἐπερχομένων παριόντων τὴν αἴσθησιν
54.1.19
τοῦ πειράζοντος, οὕτως καὶ τῷ βουλομένῳ πάντα τὰ ἐν σώματι τοῦ Χριστοῦ
54.1.20
κατορθώματα περιλαβεῖν ἀδύνατον τὰ ὅλα κἂν τῷ λογισμῷ δέξασθαι, πλειόνων
54.1.21
ὄντων τῶν παριόντων αὐτοῦ τὴν ἐνθύμησιν, ὧν αὐτὸς νομίζει περιει ληφέναι. 54. 5
54.1.22
Κάλλιον οὖν μὴ πρὸς τὰ ὅλα ἀφορῶντα λέγειν, ὧν οὐδὲ μέρος ἐξειπεῖν τις δύναται,
54.1.23
ἀλλ' ἔτι ἑνὸς μνημονεῦσαι, καὶ σοὶ καταλιπεῖν τὰ ὅλα θαυμάζειν. Πάντα γὰρ ἐπίσης
54.1.24
ἔχει τὸ θαῦμα, καὶ ὅποι δ' ἄν τις ἀποβλέψῃ, ἐκεῖθεν τοῦ Λόγου τὴν θειότητα βλέπων
54.1.25
ὑπερεκπλήττεται .