Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De incarnatione verbi
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
5.1.1
Ὁ μὲν γὰρ Θεὸς οὐ μόνον ἐξ οὐκ ὄντων ἡμᾶς πεποίηκεν, ἀλλὰ καὶ τὸ
5.1.2
κατὰ Θεὸν ζῆν ἡμῖν ἐχαρίσατο τῇ τοῦ Λόγου χάριτι. Οἱ δὲ ἄνθρωποι, ἀποστραφέντες
5.1.3
τὰ αἰώνια, καὶ συμβουλίᾳ τοῦ διαβόλου εἰς τὰ τῆς φθορᾶς ἐπιστραφέντες, ἑαυτοῖς
5.1.4
αἴτιοι τῆς ἐν τῷ θανάτῳ φθορᾶς γεγόνασιν, ὄντες μὲν ὡς προεῖπον κατὰ φύσιν
5.1.5
φθαρτοί, χάριτι δὲ τῆς τοῦ Λόγου μετουσίας τοῦ κατὰ φύσιν ἐκφυγόντες, εἰ
5.1.6
μεμενήκεισαν καλοί. 5. 2 Διὰ γὰρ τὸν συνόντα τούτοις Λόγον, καὶ ἡ κατὰ φύσιν
5.1.7
φθορὰ τούτων οὐκ ἤγγιζε, καθὼς καὶ ἡ σοφία φησίν· «Ὁ Θεὸς ἔκτισε τὸν ἄνθρωπον
5.1.8
ἐπὶ ἀφθαρσίᾳ, καὶ εἰκόνα τῆς ἰδίας ἀϊδιότητος· φθόνῳ δὲ διαβόλου θάνατος εἰσῆλθεν
5.1.9
εἰς τὸν κόσμον»· τούτου δὲ γενομένου οἱ μὲν ἄνθρωποι ἀπέθνῃσκον, ἡ δὲ φθορὰ
5.1.10
λοιπὸν κατ' αὐτῶν ἤκμαζε, καὶ πλεῖον τοῦ κατὰ φύσιν ἰσχύουσα καθ' ὅλου τοῦ
5.1.11
γένους, ὅσῳ καὶ τὴν ἀπειλὴν τοῦ θείου διὰ τὴν παράβασιν τῆς ἐντολῆς κατ' αὐτῶν
5.1.12
προειλήφει. 5. 3 Καὶ γὰρ καὶ ἐν τοῖς πλημμελήμασιν οἱ ἄνθρωποι οὐκ ἄχρις ὅρων
5.1.13
ὡρισμένων εἱστήκεισαν, ἀλλὰ κατ' ὀλίγον ἐπεκτεινόμενοι λοιπὸν καὶ εἰς ἄμετρον
5.1.14
ἐληλύθασιν, ἐξ ἀρχῆς μὲν εὑρεταὶ τῆς κακίας γενόμενοι, καὶ καθ' ἑαυτῶν τὸν
5.1.15
θάνατον προκαλεσάμενοι καὶ τὴν φθοράν· ὕστερον δὲ εἰς ἀδικίαν ἐκτραπέντες καὶ
5.1.16
παρανομίαν πᾶσαν ὑπερβαλόντες, καὶ μὴ ἑνὶ κακῷ ἱστάμενοι, ἀλλὰ πάντα καινὰ
5.1.17
καινοῖς ἐπινοοῦντες, ἀκόρεστοι περὶ τὸ ἁμαρτάνειν γεγόνασι. 5. 4 Μοιχεῖαι μὲν γὰρ
5.1.18
ἦσαν καὶ κλοπαὶ πανταχοῦ, φόνων δὲ καὶ ἁρπαγῶν πλήρης ἦν ἡ σύμπασα γῆ. Καὶ
5.1.19
νόμου μὲν οὐκ ἦν φροντὶς περὶ φθορᾶς καὶ ἀδικίας· πάντα δὲ τὰ κακὰ καθ' ἕνα καὶ
5.1.20
κοινῇ παρὰ πᾶσιν ἐπράττετο. Πόλεις μὲν κατὰ πόλεων ἐπολέμουν, καὶ ἔθνη κατὰ
5.1.21
ἐθνῶν ἠγείρετο· διῄρητο δὲ πᾶσα ἡ οἰκουμένη στάσεσι καὶ μάχαις, ἑκάστου
5.1.22
φιλονεικοῦντος ἐν τῷ παρανομεῖν. 5. 5 Οὐκ ἦν δὲ τούτων μακρὰν οὐδὲ τὰ παρὰ
5.1.23
φύσιν, ἀλλ' ὡς εἶπεν ὁ τοῦ Χριστοῦ μάρτυς Ἀπόστολος· «Αἵ τε γὰρ θήλειαι αὐτῶν
5.1.24
μετήλ λαξαν τὴν φυσικὴν χρῆσιν εἰς τὴν παρὰ φύσιν· ὁμοίως δὲ καὶ οἱ ἄρρενες,
5.1.25
ἀφέντες τὴν φυσικὴν χρῆσιν τῆς θηλείας, ἐξεκαύθησαν ἐν τῇ ὀρέξει αὐτῶν εἰς
5.1.26
ἀλλήλους, ἄρρενες ἐν ἄρσεσι τὴν ἀσχημοσύνην κατεργαζόμενοι, καὶ τὴν ἀντιμισ
5.1.27
θίαν ἣν ἔδει τῆς πλάνης αὐτῶν ἐν ἑαυτοῖς ἀπολαμβάνοντες.»

Intertext edge

Open linked passage

Note