Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De incarnatione verbi
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
6.1.1
Διὰ δὴ ταῦτα πλεῖον τοῦ θανάτου κρατήσαντος, καὶ τῆς φθορᾶς
6.1.2
παραμενούσης κατὰ τῶν ἀνθρώπων, τὸ μὲν τῶν ἀνθρώπων γένος ἐφθείρετο, ὁ δὲ
6.1.3
λογικὸς καὶ κατ' εἰκόνα γενόμενος ἄνθρωπος ἠφανίζετο· καὶ τὸ ὑπὸ τοῦ Θεοῦ
6.1.4
γενόμενον ἔργον παραπώλλυτο. 6. 2 Καὶ γὰρ καὶ ὁ θάνατος, ὡς προεῖπον, νόμῳ
6.1.5
λοιπὸν ἴσχυε καθ' ἡμῶν· καὶ οὐχ οἷόν τε ἦν τὸν νόμον ἐκφυγεῖν, διὰ τὸ ὑπὸ Θεοῦ
6.1.6
τεθεῖσθαι τοῦτον τῆς παραβάσεως χάριν· καὶ ἦν ἄτοπον ὁμοῦ καὶ ἀπρεπὲς τὸ
6.1.7
γινόμενον ἀληθῶς. 6. 3 Ἄτοπον μὲν γὰρ ἦν εἰπόντα τὸν Θεὸν ψεύσασθαι, ὥστε
6.1.8
νομοθετήσαντος αὐτοῦ θανάτῳ ἀποθνῄσκειν τὸν ἄνθρωπον, εἰ παραβαίη τὴν
6.1.9
ἐντολήν, μετὰ τὴν παράβασιν μὴ ἀποθνῄσκειν, ἀλλὰ λύεσθαι τὸν τούτου λόγον.
6.1.10
Οὐκ ἀληθὴς γὰρ ἦν ὁ Θεός, εἰ εἰπόντος αὐτοῦ ἀποθνῄσκειν ἡμᾶς, μὴ ἀπέθνῃσκεν ὁ
6.1.11
ἄνθρω πος. 6. 4 Ἀπρεπὲς δὲ ἦν πάλιν τὰ ἅπαξ γενόμενα λογικὰ καὶ τοῦ Λόγου αὐτοῦ
6.1.12
μετασχόντα παραπόλλυσθαι, καὶ πάλιν εἰς τὸ μὴ εἶναι διὰ τῆς φθορᾶς ἐπιστρέφειν.
6.5.1
Οὐκ ἄξιον γὰρ ἦν τῆς ἀγαθότητος τοῦ Θεοῦ τὰ ὑπ' αὐτοῦ γενόμενα
6.5.2
διαφθείρεσθαι, διὰ τὴν παρὰ τοῦ διαβόλου γενομένην τοῖς ἀνθρώποις ἀπάτην. 6. 6
6.5.3
Ἄλλως τε καὶ τῶν ἀπρεπεστάτων ἦν τὴν τοῦ Θεοῦ τέχνην ἐν τοῖς ἀνθρώποις
6.5.4
ἀφανίζεσθαι ἢ διὰ τὴν αὐτῶν ἀμέλειαν, ἢ διὰ τὴν τῶν δαιμόνων ἀπάτην. 6. 7
6.5.5
Φθειρομένων τοίνυν τῶν λογικῶν καὶ παραπολλυμένων τῶν τοιούτων ἔργων, τί
6.5.6
τὸν Θεὸν ἔδει ποιεῖν ἀγαθὸν ὄντα; ἀφεῖναι τὴν φθορὰν κατ' αὐτῶν ἰσχύειν, καὶ τὸν
6.5.7
θάνατον αὐτῶν κρατεῖν; καὶ τίς ἡ χρεία τοῦ καὶ ἐξ ἀρχῆς αὐτὰ γενέσθαι; ἔδει γὰρ μὴ
6.5.8
γενέσθαι, ἢ γενόμενα παραμεληθῆ ναι καὶ ἀπολέσθαι. 6. 8 Ἀσθένεια γὰρ μᾶλλον καὶ
6.5.9
οὐκ ἀγαθότης ἐκ τῆς ἀμελείας γινώσκεται τοῦ Θεοῦ, εἰ ποιήσας παρορᾷ φθαρῆναι τὸ
6.5.10
ἑαυτοῦ ἔργον, ἤπερ εἰ μὴ πεποιήκει κατὰ τὴν ἀρχὴν τὸν ἄνθρωπον. 6. 9 Μὴ
6.5.11
ποιήσαντος μὲν γὰρ οὐκ ἦν ὁ λογιζόμενος τὴν ἀσθένειαν, ποιήσαντος δὲ καὶ εἰς τὸ
6.5.12
εἶναι κτίσαντος, ἀτοπώτατον ἦν ἀπόλλυσθαι τὰ ἔργα, καὶ μάλιστα ἐπ' ὄψει τοῦ
6.5.13
πεποιηκότος. 6. 10 Οὐκοῦν ἔδει 6. 10 τοὺς ἀνθρώπους μὴ ἀφιέναι φέρεσθαι τῇ φθορᾷ,
6.5.14
διὰ τὸ ἀπρεπὲς καὶ ἀνάξιον εἶναι τοῦτο τῆς τοῦ Θεοῦ ἀγαθότητος.

Intertext edge

Open linked passage

Note