De non participando divinis mysteriis sine discrimine
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
1.1
Ἐπειδή τινες μετὰ τὸ συγγενέσθαι ταῖς ἰδίαις γυναιξὶν αὐτῇ τῇ ἡμέρᾳ ἀπαρατηρήτως τῶν φρικτῶν μυστη 83 ρίων τοῦ ἀχράντου σώματος καὶ τοῦ ζωοποιοῦ αἵματος Χριστοῦ τοῦ θεοῦ ἡμῶν μετέχουσιν, ἀκουσάτωσαν τί περὶ τούτου ἐν τῇ θείᾳ ἔγκειται γραφῇ, καὶ τὸ δοκοῦν αὐτοῖς εἶτα ποιησάτωσαν." Καὶ εἶπε Μωϋσῆς τῷ λαῷ· Γίνεσθε ἕτοιμοι· τρεῖς ἡμέρας μὴ προσέλθητε γυναικί"· ταῦτα δὲ προσέταττεν ὁ προφήτης Μωϋσῆς κελεύσει θεοῦ. Εἰ δὲ ὑπὲρ τοῦ ἀκοῦσαι μόνον φωνῆς κυρίου τοσούτων ἡμερῶν ἁγνισμὸν προσέταττε, πόσῳ μᾶλλον νῦν πρέπον ἐστὶ φυλάττειν τινά, ὅτε αὐτοῦ τοῦ θεοῦ μέλλει τὸ ἄχραντον ὑποδέχεσθαι σῶμα; Καὶ πάλιν ὁμοίως ἐκ τοῦ αʹ. βιβλίου." Καὶ ἀπεκρίθη ὁ ἱερεὺς τῷ Δαυῒδ καὶ εἶπεν· Οὐκ εἰσὶν ἄρτοι βέβηλοι ὑπὸ τὴν χεῖρα μου, ἀλλὰ ἅγιοι εἰσίν· εἰ πεφυλαγμένα τὰ παιδάριά εἰσιν ἀπὸ γυναικός, καὶ φάγονται. Καὶ ἀπεκρίθη Δαυῒδ τῷ ἱερεῖ καὶ εἶπεν αὐτῷ. Ἀπὸ γυναικὸς ἀπεσχόμεθα χθὲς καὶ τρίτην ἡμέραν· ἐν τῷ ἐξελθεῖν με εἰς ὁδὸν γέγονε πάντα τὰ παιδάρια ἡγνισμένα. Καὶ ἔδωκεν αὐτῷ Ἀβιμελὲχ τοὺς ἄρτους τῆς προθέσεως". Καὶ εἰ ἐπὶ τῆς" σκιᾶς", ἤγουν τῆς παλαιᾶς, τοιαύτη παραίτησις ὑπῆρ 84 χεν, ὥστε συγγινόμενόν τινα τῇ ἰδίᾳ γυναικὶ μὴ ἐσθίειν ἐκ τῶν ἄρτων τῆς προθέσεως, τῶν πολὺ καὶ ἀσυγκρίτως ἀπεχόντων τῶν ζωοποιῶν μυστηρίων τοῦ ἀχράντου σώματος καὶ αἵματος Χριστοῦ τοῦ ἀληθινοῦ θεοῦ, πόσῳ μᾶλλον νῦν ἐν τῇ" χάριτι", ἔνθα πολὺ μείζονα πολιτείας ἀκρίβειαν ἀπαιτούμεθα, ὀφείλομεν ἁγνεύειν ἑαυτούς, μέλλοντες τῶν τοιούτων φρικτῶν μετέχειν μυστηρίων;