De sententia Dionysii
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
11.1.1
Ταύτην δὲ τοῦ ῥητοῦ τὴν ἑρμηνείαν ἔχοντος ἀνάγκη περὶ τῆς οὕτως
11.1.2
λεγομένης ἀμπέλου γράφεσθαι «πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν», καὶ «τοσούτῳ
11.1.3
κρείττων γε νόμενος τῶν ἀγγέλων» καὶ τὸ «ἔκτισεν». ὅτε γὰρ ἔλαβεν ὅπερ εἶχε
11.1.4
προσενεγκεῖν ὑπὲρ ἡμῶν, ἦν δὲ τοῦτο τὸ ἐκ Μαρίας τῆς παρθένου σῶμα, τότε καὶ
11.1.5
ἐκτίσθαι καὶ πεποιῆσθαι καὶ γεγενῆσθαι περὶ αὐτοῦ γέγραπται· ἀνθρώποις γὰρ
11.1.6
ἁρμόζουσιν αἱ τοιαῦται λέξεις· ἄλλως τε οὐ μετὰ τὸ σῶμα γέγονε κρείττων τῶν
11.1.7
ἀγγέλων, ἵνα μὴ τὸ πρὶν ἐλάττων ἢ 11. 2 ἴσος αὐτῶν φαίνηται. ἀλλὰ πρὸς Ἰουδαίους
11.1.8
γράφων καὶ τὴν ἀνθρωπίνην τοῦ κυρίου διακονίαν συγκρίνων τῇ Μωσέως ἔφησε·
11.1.9
«τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων»· «διὰ γὰρ ἀγγέλων ὁ νόμος ἐλαλήθη»·
11.1.10
«διότι ὁ μὲν νόμος διὰ Μωσέως ἐδόθη, ἡ δὲ χάρις διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο» καὶ
11.1.11
τοῦ πνεύματος ἡ χορηγία. καὶ τότε μὲν ἀπὸ Δὰν καὶ μέχρι Βηρσαβεὲ ὁ νόμος
11.1.12
κατηγγέλλετο, νῦν δὲ «εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν» καὶ τὰ ἔθνη
11.1.13
τὸν Χριστὸν προσκυνοῦσι καὶ δι' αὐτοῦ τὸν πατέρα γινώσκουσιν. ἀνθρω πίνως ἄρα
11.1.14
περὶ τοῦ σωτῆρος ἐκεῖνα γέγραπται καὶ οὐκ ἔστιν ἄλλως.