De sententia Dionysii
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
12.1.1
Ἆρ' οὖν, ὡς οἱ χριστομάχοι θρυλοῦσι, Διονύσιος τὰ ἀνθρώπινα τοῦ υἱοῦ
12.1.2
γράφων καὶ λέγων οὕτως ποίημα αὐτὸν ἕνα τῶν ἀνθρώπων ἔλεγεν αὐτὸν εἶναι; ἢ
12.1.3
λέγων μὴ εἶναι τὸν λόγον ἴδιον τῆς τοῦ πατρὸς οὐσίας ἐφρόνει τοῦτον ὁμοούσιον
12.1.4
ἡμῶν εἶναι τῶν ἀν θρώπων; καὶ μὴν οὐχ οὕτως ἔγραψεν ἐν ταῖς ἄλλαις ἐπιστολαῖς,
12.1.5
ἀλλὰ καὶ ὀρθῶς φρονῶν ἐν αὐταῖς φαίνεται καὶ δύναται δι' αὐτῶν βοῆσαι κατὰ
12.1.6
τούτων λέγων· οὔκ εἰμι τῆς αὐτῆς 12. 2 ὑμῖν δόξης, ὦ θεομάχοι, οὐδὲ τὰ ἡμέτερα
12.1.7
πρόφασιν Ἀρείῳ παρέσχεν εἰς ἀσέβειαν. ἀλλὰ πρὸς Ἄμμωνα καὶ Εὐφράνορα διὰ τοὺς
12.1.8
Σαβελλίζοντας γράφων ἐμνήσθην τοῦ γεωργοῦ καὶ τῆς ἀμπέλου καὶ τῶν τοιούτων
12.1.9
ἄλλων ῥητῶν, ἵνα τὰ ἀνθρώπινα τοῦ κυρίου δείξας πείσω μὴ λέγειν ἐκείνους, ὅτι ὁ
12.1.10
πατήρ ἐστιν ὁ γενόμενος ἄνθρωπος. ὡς γὰρ ὁ γεωργὸς οὐκ ἔστιν ἄμπελος, οὕτως οὐκ
12.1.11
ἔστιν ὁ ἐν τῷ σώματι γενόμενος ὁ πατὴρ ἀλλ' ὁ λόγος, καὶ ὁ λόγος δὲ ἐν τῇ ἀμπέλῳ
12.1.12
γενόμενος ἄμπελος ἐκλήθη διὰ τὴν πρὸς τὰ κλήματα, ἅπερ ἐσμὲν ἡμεῖς, σωματικὴν
12.1.13
συγγένειαν. ταύτῃ μὲν οὖν τῇ διανοίᾳ τὴν πρὸς Εὐφράνορα καὶ Ἀμμώνιον ἔγραψα
12.1.14
ἐπιστολήν, πρὸς δὲ τὴν ὑμῶν ἀναίδειαν τὰς ἑτέρας ἐπιστολὰς τὰς παρ' ἐμοῦ
12.1.15
γραφείσας ἀντιτίθημι, ἵνα γνῶσιν οἱ φρόνιμοι τὴν ἐν αὐταῖς ἀπολογίαν καὶ 12. 3 τῆς
12.1.16
ἐν Χριστῷ πίστεως τὴν ὀρθήν μου φρόνησιν. ἔδει μὲν οὖν καὶ τοὺς Ἀρειανούς, εἴπερ
12.1.17
εἶχον ὑγιαίνοντα τὸν νοῦν, τοιαῦτα λογίζεσθαι καὶ φρονεῖν περὶ τοῦ ἐπισκόπου,
12.1.18
«πάντα γὰρ ἐνώπια τοῖς συνιοῦσίν ἐστι καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν». ἐπειδὴ δὲ
12.1.19
μὴ μαθόντες τὴν πίστιν τῆς καθολικῆς ἐκκλησίας πεπτώκασιν εἰς ἀσέβειαν καὶ
12.1.20
λοιπὸν τὸν νοῦν πεπηρωμένοι νομίζουσιν εἶναι καὶ τὰ ὀρθὰ στρεβλὰ καὶ λέγουσι τὸ
12.1.21
μὲν φῶς σκότος, τὸ δὲ σκότος νομίζουσιν εἶναι φῶς, ἀναγκαῖον καὶ τὰ ἐκ τῶν ἄλλων
12.1.22
ἐπιστολῶν τοῦ Διο νυσίου παραθέσθαι καὶ τὸ αἴτιον αὐτῶν πρὸς πλείονα
12.1.23
κατάγνωσιν τῶν αἱρετικῶν. ἐξ αὐτῶν γὰρ καὶ ἡμεῖς μαθόντες οὕτω περὶ τοῦ ἀνδρὸς
12.1.24
φρονοῦμεν καὶ γράφομεν.