Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De sententia Dionysii
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
13.1.1
Ἡ δὲ πρόφασις, δι' ἣν ἔγραψε τὰς ἄλλας ἐπιστολάς, ἔστιν αὕτη.
13.1.2
Διονυσίου τοῦ ἐπισκόπου μαθόντος περὶ τῶν ἐν Πενταπόλει καὶ ζήλῳ τῆς εὐσεβείας
13.1.3
γράψαντος, καθὰ προεῖπον, κατὰ τῆς αἱρέσεως Σαβελλίου τὴν πρὸς Εὐφράνορα καὶ
13.1.4
Ἀμμώνιον ἐπιστολήν, τινὲς τῶν ἀπὸ τῆς ἐκκλησίας ἀδελφῶν φρονοῦντες μὲν
13.1.5
ὀρθῶς, μὴ ἐρωτήσαντες δὲ αὐτόν, ἵνα παρ' αὐτοῦ μάθωσι πῶς ἔγραψεν, ἀνῆλθον
13.1.6
πρὸς τὴν Ῥώμην καὶ κατειρήκασιν αὐτοῦ 13. 2 παρὰ τῷ ὁμωνύμῳ αὐτοῦ Διονυσίῳ τῷ
13.1.7
ἐπισκόπῳ Ῥώμης. κἀκεῖνος ἀκούσας ἔγραψεν ὁμοῦ κατά τε τῶν τὰ Σαβελλίου
13.1.8
δοξαζόντων καὶ κατὰ τῶν φρονούντων ταῦτα, ἅπερ καὶ Ἄρειος λέγων ἐξεβλήθη τῆς
13.1.9
ἐκκλησίας, ἴσην καὶ κατὰ διάμετρον ἀσέβειαν εἶναι λέγων τήν τε Σαβελλίου καὶ τὴν
13.1.10
τῶν λεγόντων κτίσμα καὶ ποίημα καὶ γενητὸν εἶναι τὸν τοῦ 13. 3 θεοῦ λόγον.
13.1.11
ἐπέστειλε δὲ καὶ Διονυσίῳ δηλῶσαι περὶ ὧν εἰρήκασι κατ' αὐτοῦ. καὶ ἀντέγραψεν
13.1.12
εὐθὺς αὐτὸς καὶ ἐπέγραψε τὰ βιβλία ἐλέγχου καὶ ἀπολογίας. ἐνταῦθα τὸ μυσαρὸν
13.1.13
ἐργαστήριον τῶν θεομάχων κατανόει καὶ πῶς αὐτοὶ καθ' ἑαυτῶν τὴν αἰσχύνην
13.1.14
ἐκίνησαν. Διονυσίου γὰρ τοῦ ἐπισκόπου Ῥώμης γράψαντος καὶ κατὰ τῶν λεγόντων
13.1.15
κτίσμα καὶ ποίημα τὸν υἱὸν τοῦ θεοῦ δείκνυται μὴ νῦν πρῶτον ἀλλ' ἔκπαλαι παρὰ
13.1.16
πάντων ἀναθεματισθεῖσα τῶν χριστομάχων Ἀρειανῶν ἡ αἵρεσις. ἔπειτα Διονυσίου
13.1.17
τοῦ ἐπισκόπου τῆς Ἀλεξανδρείας ἀπολογουμένου περὶ ἧς ἔγραψεν ἐπιστολῆς,
13.1.18
φαίνεται καὶ αὐτὸς μήτε οὕτως φρονήσας, ὡς αὐτοὶ λέγουσι, μήτε ὅλως τὴν Ἀρείου
13.1.19
κακοδοξίαν ἐσχηκώς.

Intertext edge

Open linked passage

Note