Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De sententia Dionysii
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
14.1.1
Καὶ ἀρκεῖ μὲν εἰς τελείαν κατάγνωσιν τῶν Ἀρειανῶν καὶ εἰς ἀπόδειξιν
14.1.2
τῆς συκο φαντίας αὐτῶν τὸ καὶ μόνον ἀπολογήσασθαι τὸν Διονύσιον καὶ περὶ ὧν
14.1.3
οὗτοι τεθρυλή κασιν. οὐ γὰρ ὡς φιλονεικῶν ἀντέγραψεν, ἀλλ' ἀπολογούμενος περὶ
14.1.4
ὧν ὑπωπτεύθη· ὁ δὲ ἀπολογούμενος περὶ ὧν κατηγορήθη τί ἕτερον ποιεῖ ἢ λύει μὲν
14.1.5
πᾶν ἔγκλημα ὑπο πτευθὲν κατ' αὐτοῦ, ἐλέγχει δὲ καὶ ἐν τούτῳ συκοφάντας τοὺς
14.1.6
Ἀρειομανίτας; ἵνα δὲ καὶ ἐξ ὧν ἀπολογούμενος ἔγραψε πλέον αἰσχυνθῶσιν οὗτοι,
14.1.7
φέρε σοι καὶ τὰς λέξεις αὐτοῦ 14. 2 παραθῶμαι. γνώσῃ γὰρ ἀπ' αὐτῶν, ὅτι οἱ μὲν
14.1.8
Ἀρειανοὶ κακόφρονές εἰσιν, ὁ δὲ Διονύσιος ἀλλότριος τῆς ἐκείνων ἑτεροδοξίας ἐστί.
14.1.9
πρῶτον μὲν οὖν ἐλέγχου καὶ ἀπολογίας ἐπέγραψεν ἑαυτοῦ τὴν ἐπιστολήν· τοῦτο δὲ
14.1.10
τί ἐστιν ἢ ὅτι τοὺς μὲν ψευδομένους ἐλέγχει, περὶ δὲ ὧν ἔγραψεν ἀπολογεῖται
14.1.11
δεικνὺς ὅτι μὴ ὡς Ἄρειος ὑπενόησεν ἔγραψεν αὐτός, ἀλλ' ὅτι τῶν ἀνθρωπίνως
14.1.12
εἰρημένων περὶ τοῦ κυρίου μνησθεὶς οὐκ ἠγνόει τοῦτον εἶναι 14. 3 λόγον καὶ σοφίαν
14.1.13
ἀδιαίρετον τοῦ πατρός; ἔπειτα αἰτιᾶται τοὺς κατειπόντας αὐτοῦ ὡς μὴ ὁλοκλήρους
14.1.14
λέγοντας ἀλλὰ περικόπτοντας αὐτοῦ τὰς λέξεις καὶ ὡς μὴ καλῇ συνειδήσει ἀλλὰ
14.1.15
πονηρᾷ λαλοῦντας ὡς θέλουσι· τούτους τε τούτοις ἀπεικάζει τοῖς τὰς τοῦ μακαρίου
14.1.16
ἀποστόλου διαβάλλουσιν ἐπιστολάς. ἡ δὲ τοιαύτη μέμψις αὐτοῦ πάντως ἀπὸ φαύλης
14.1.17
ὑποψίας αὐτὸν ἀπολύει. εἰ γὰρ τοὺς Παύλου κατειπόντας οὕτως ἡγεῖται ὡς τοὺς
14.1.18
αὐτοῦ κατειπόντας, οὐδὲν ἕτερον δείκνυσιν ἢ ὅτι τὰ τοῦ Παύλου φρονῶν οὕτως
14.1.19
ἔγραψεν. 14. 4 ἀμέλει καὶ πρὸς ἕκαστον τῶν ὑπὸ τῶν κατηγόρων εἰρημένων
14.1.20
ἀπαντῶν πάντα τὰ παρ' αὐτῶν προφερόμενα θεραπεύει, καὶ Σαβέλλιον μὲν ἐν
14.1.21
ἐκείνοις ἀνατρέπει, ἐν τούτοις δὲ δείκνυσιν ὁλόκληρον ἑαυτοῦ τὴν εὐσεβῆ πίστιν.
14.1.22
φασκόντων τοίνυν ἐκείνων φρονεῖν τὸν Διονύσιον «οὐκ ἀεὶ ἦν ὁ θεὸς πατήρ, οὐκ
14.1.23
ἀεὶ ἦν ὁ υἱός, ἀλλ' ὁ μὲν θεὸς ἦν χωρὶς τοῦ λόγου, αὐτὸς δὲ ὁ υἱὸς οὐκ ἦν πρὶν
14.1.24
γεννηθῇ, ἀλλ' ἦν ποτε ὅτε οὐκ ἦν, οὐ γὰρ ἀίδιός 14. 5 ἐστιν, ἀλλ' ὕστερον
14.1.25
ἐπιγέγονεν», ὅρα πῶς ἀποκρίνεται. τὰ μὲν οὖν πλεῖστα τῶν αὐτοῦ ῥημάτων, ἅπερ ἢ
14.1.26
ζητῶν ἐξετάζει ἢ συλλογιζόμενος συνάγει ἢ ἐρωτῶν ἐλέγχει ἢ τοὺς κατειρηκότας
14.1.27
αἰτιᾶται, ταῦτα παρεὶς διὰ τὸ μῆκος τῶν λόγων μόνα τὰ πρὸς τὴν κατηγορίαν
14.1.28
ἀναγκαῖα τίθημι. ἀπολογούμενος τοίνυν πρὸς ἐκεῖνα γράφει ταῖς λέξεσι ταύταις ἐν
14.1.29
τῷ πρώτῳ τῷ ἐπιγραφομένῳ ἐλέγχου καὶ ἀπολογίας μεθ' ἕτερα οὕτως·

Intertext edge

Open linked passage

Note