De sententia Dionysii
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
15.1.1
«Οὐ γὰρ ἦν ὅτε ὁ θεὸς οὐκ ἦν πατήρ». καὶ τοῦτο οἶδεν ἐν τοῖς ἑξῆς· «ἀεὶ
15.1.2
τὸν «Χριστὸν εἶναι, λόγον ὄντα καὶ σοφίαν καὶ δύναμιν, οὐ γὰρ δὴ τούτων ἄγονος
15.1.3
ὢν ὁ θεὸς «εἶτα ἐπαιδοποιήσατο, ἀλλ' ὅτι μὴ παρ' ἑαυτοῦ ὁ υἱὸς ἀλλ' ἐκ τοῦ πατρὸς
15.1.4
ἔχει τὸ εἶναι». 15. 2 καὶ μετ' ὀλίγα πάλιν περὶ τοῦ αὐτοῦ φησιν· ««ἀπαύγασμα δὲ ὢν
15.1.5
φωτὸς ἀιδίου» πάντως «καὶ αὐτὸς ἀίδιός ἐστιν. ὄντος γὰρ ἀεὶ τοῦ φωτὸς δῆλον ὡς
15.1.6
ἔστιν ἀεὶ τὸ ἀπαύγασμα. «τούτῳ γὰρ καὶ ὅτι φῶς ἐστι τῷ καταυγάζειν νοεῖται, καὶ
15.1.7
φῶς οὐ δύναται μὴ φωτίζον 15. 3 «εἶναι. πάλιν γὰρ ἔλθωμεν ἐπὶ τὰ παραδείγματα. εἰ
15.1.8
ἔστιν ἥλιος, ἔστιν αὐγή, ἔστιν «ἡμέρα· εἰ τοιούτων μηδὲν ἔστι, πολύ γε δεῖ καὶ
15.1.9
παρεῖναι ἥλιον. εἰ μὲν οὖν ἀίδιος ὁ ἥλιος, «ἄπαυστος ἂν ἦν καὶ ἡ ἡμέρα, νῦν δέ (οὐ
15.1.10
γάρ ἐστιν) ἀρξαμένου τε ἤρξατο καὶ παυ «ομένου παύεται. ὁ δέ γε θεὸς αἰώνιόν ἐστι
15.1.11
φῶς οὔτε ἀρξάμενον οὔτε λῆξόν ποτε. οὐ «κοῦν αἰώνιον πρόκειται καὶ σύνεστιν
15.1.12
αὐτῷ τὸ ἀπαύγασμα, ἄναρχον καὶ ἀειγενὲς προ «φαινόμενον αὐτοῦ, ὅπερ ἐστὶν ἡ
15.1.13
λέγουσα σοφία «ἐγὼ ἤμην ᾗ προσέχαιρε· καθ' ἡμέραν 15. 4 «δὲ ηὐφραινόμην ἐν
15.1.14
προσώπῳ αὐτοῦ ἐν παντὶ καιρῷ»». καὶ αὖθις ἐπάγει μετ' ὀλίγα περὶ τοῦ αὐτοῦ
15.1.15
λέγων· «ὄντος οὖν αἰωνίου τοῦ πατρὸς αἰώνιος ὁ υἱός ἐστι, φῶς «ἐκ φωτὸς ὤν·
15.1.16
ὄντος γὰρ γονέως ἔστι καὶ τέκνον. εἰ δὲ μὴ τέκνον εἴη, πῶς καὶ τίνος εἶναι 15. 5
15.1.17
«δύναται γονεύς; ἀλλ' εἰσὶν ἄμφω καὶ εἰσὶν ἀεί». εἶτα πάλιν προστίθησι ταῦτα·
15.1.18
«φωτὸς μὲν οὖν ὄντος τοῦ θεοῦ ὁ Χριστός ἐστιν ἀπαύγασμα. πνεύματος δὲ ὄντος
15.1.19
(«πνεῦμα «γάρ, φησίν, ὁ θεός»), ἀναλόγως πάλιν ὁ Χριστὸς ἀτμὶς λέλεκται· «ἀτμὶς
15.1.20
γάρ, φησίν, 15. 6 «ἐστὶ τῆς τοῦ θεοῦ δυνάμεως»». καὶ ἐκ τοῦ δευτέρου πάλιν φησί·
15.1.21
«μόνος δὲ ὁ υἱὸς «ἀεὶ συνὼν τῷ πατρὶ καὶ τοῦ ὄντος πληρούμενος καὶ αὐτός ἐστιν
15.1.22
ὢν ἐκ τοῦ πατρός».