De sententia Dionysii
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
16.1.1
Ταῦτα εἰ μὲν ἀμφιβόλως εἴρηται, χρείαν εἶχε τοῦ ἑρμηνεύοντος, ἐπειδὴ
16.1.2
δὲ λευκῶς καὶ πολλάκις περὶ τῶν αὐτῶν ἔγραψεν, ὁ μὲν Ἄρειος τριζέτω τοὺς
16.1.3
ὀδόντας ὁρῶν τὴν αἵρεσιν αὐτοῦ καταστρεφομένην ὑπὸ Διονυσίου καὶ ἀκούων, ἅπερ
16.1.4
μὴ βούλεται, λέγοντος αὐτοῦ· ἀεὶ ὁ θεὸς πατὴρ ἦν καὶ ὁ υἱὸς οὐχ ἁπλῶς ἀίδιός ἐστιν,
16.1.5
ἀλλὰ τοῦ πατρὸς ἀιδίου ὄντος 16. 2 ἀίδιος ἂν εἴη καὶ ὁ υἱός, καὶ σύνεστιν αὐτῷ ὡς τῷ
16.1.6
φωτὶ τὸ ἀπαύγασμα. οἱ δὲ κἂν μόνον ὑπονοήσαντες Διονύσιον τὰ Ἀρείου φρονεῖν
16.1.7
κατατιθέσθωσαν τὴν περὶ αὐτοῦ τοιαύτην δυσφημίαν. ποία γὰρ κοινωνία τούτοις
16.1.8
ἐστί, τοῦ μὲν Ἀρείου λέγοντος· οὐκ ἦν ὁ υἱὸς πρὶν γεννηθῇ, ἀλλ' ἦν ποτε ὅτε οὐκ ἦν,
16.1.9
τοῦ δὲ Διονυσίου διδάσκοντος· «ὁ δέ γε θεὸς αἰώνιόν ἐστι φῶς οὔτε ἀρξάμενον οὔτε
16.1.10
λῆξόν ποτε· οὐκοῦν αἰώνιον πρόκειται 16. 3 καὶ σύνεστιν αὐτῷ τὸ ἀπαύγασμα,
16.1.11
ἄναρχον καὶ ἀειγενὲς προφαινόμενον αὐτοῦ;» καὶ γὰρ καὶ πρὸς τὴν ἄλλην ὑποψίαν
16.1.12
τῶν λεγόντων, ὅτι πατέρα λέγων ὁ Διονύσιος οὐκ ὀνομάζει τὸν υἱὸν καὶ πάλιν υἱὸν
16.1.13
λέγων οὐκ ὀνομάζει τὸν πατέρα, ἀλλὰ διαιρεῖ καὶ μακρύνει καὶ μερίζει τὸν υἱὸν ἀπὸ
16.1.14
τοῦ πατρός, ἀποκρίνεται καὶ δυσωπεῖ τούτους λέγων ἐν τῷ δευτέρῳ βιβλίῳ·