De sententia Dionysii
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
18.1.1
Εἶτα καὶ αἰτιωμένων αὐτὸν ὡς ἕνα λέγοντα τῶν γενητῶν εἶναι τὸν υἱὸν
18.1.2
καὶ μὴ 18. 1 ὁμοούσιον τῷ πατρί, αὐτὸς πάλιν ἐν μὲν τῷ πρώτῳ βιβλίῳ τοὺς
18.1.3
τοιούτους διελέγχει λέγων· «πλὴν ἐγὼ γενητά τινα καὶ ποιητά τινα φήσας νοεῖσθαι
18.1.4
τῶν μὲν τοιούτων ὡς «ἀχρειοτέρων ἐξ ἐπιδρομῆς εἶπον παραδείγματα, ἐπεὶ μήτε τὸ
18.1.5
φυτὸν ἔφην 18. 2 «τῷ γεωργῷ μήτε τῷ ναυπηγῷ τὸ σκάφος. εἶτα τοῖς
18.1.6
ἱκνουμένοις καὶ προσφυεστέροις «ἐνδιέτριψα καὶ πλέον διεξῆλθον περὶ τῶν
18.1.7
ἀληθεστέρων ποικίλα προσεξευρὼν τεκμήρια, «ἅπερ καὶ [σοὶ] δι' ἄλλης ἐπιστολῆς
18.1.8
ἔγραψα, ἐν οἷς ἤλεγξα καὶ ὃ προφέρουσιν ἔγκλημα, «κατ' ἐμοῦ ψεῦδος ὄν, ὡς οὐ
18.1.9
λέγοντος τὸν Χριστὸν ὁμοούσιον εἶναι τῷ θεῷ. εἰ γὰρ καὶ «τὸ ὄνομα τοῦτό φημι μὴ
18.1.10
εὑρηκέναι μηδ' ἀνεγνωκέναι που τῶν ἁγίων γραφῶν, ἀλλά «γε τὰ ἐπιχειρήματά μου
18.1.11
τὰ ἑξῆς, ἃ σεσιωπήκασι, τῆς διανοίας ταύτης οὐκ ἀπᾴδει. καὶ «γὰρ ἀνθρωπείαν
18.1.12
γονὴν παρεθέμην δῆλον ὡς οὖσαν ὁμογενῆ, φήσας πάντως τοὺς γονεῖς «μόνον
18.1.13
ἑτέρους εἶναι τῶν τέκνων, ὅτι μὴ αὐτοὶ εἶεν τὰ τέκνα, ἢ μήτε γονεῖς ἀναγκαῖον 18. 3
18.1.14
«ὑπάρχειν εἶναι μήτε τέκνα. καὶ τὴν μὲν ἐπιστολήν, ὡς προεῖπον, διὰ τὰς
18.1.15
περιστάσεις «οὐκ ἔχω προκομίσαι· εἰ δ' οὖν, αὐτά σοι τὰ τότε ῥήματα, μᾶλλον δὲ καὶ
18.1.16
πάσης ἂν «ἔπεμψα τὸ ἀντίγραφον· ὅπερ ἂν εὐπορήσω, ποιήσω. οἶδα δὲ καὶ μέμνημαι
18.1.17
πλείονα «προσθεὶς τῶν συγγενῶν ὁμοιώματα· καὶ γὰρ καὶ φυτὸν εἶπον ἀπὸ
18.1.18
σπέρματος ἢ ἀπὸ «ῥίζης ἀνελθὸν ἕτερον εἶναι τοῦ ὅθεν ἐβλάστησε, καὶ πάντως
18.1.19
ἐκείνῳ καθέστηκεν ὁμο «φυές. καὶ ποταμὸν ἀπὸ πηγῆς ῥέοντα ἕτερον σχῆμα καὶ
18.1.20
ὄνομα μετειληφέναι· μήτε «γὰρ τὴν πηγὴν ποταμὸν μήτε τὸν ποταμὸν πηγὴν
18.1.21
λέγεσθαι καὶ ἀμφότερα ὑπάρχειν «καὶ τὴν μὲν πηγὴν οἱονεὶ πατέρα εἶναι, τὸν δὲ
18.1.22
ποταμὸν εἶναι τὸ ἐκ τῆς πηγῆς ὕδωρ. 18. 4 «ἀλλὰ ταῦτα μὲν καὶ τὰ τοιαῦτα μηδὲ ὁρᾶν
18.1.23
γεγραμμένα, ἀλλ' οἱονεὶ τυφλώττειν ὑπο «κρίνονται· τοῖς δὲ δυσὶ ῥηματίοις
18.1.24
ἀσυνθέτοις καθάπερ λίθοις μακρόθεν ἐπιχειροῦσίν «με βάλλειν ἀγνοοῦντες ὡς τῶν
18.1.25
ἀγνοουμένων καὶ προσαγωγῆς εἰς ἐπίγνωσιν δεομένων «οὐ μόνον ἀλλοῖα πολλάκις,
18.1.26
ἀλλὰ καὶ ὑπεναντία τεκμήρια γίνεται τῶν ἐπιζητουμένων 18. 5 «δηλώματα». ἐν δὲ
18.1.27
τῷ τρίτῳ βιβλίῳ φησί· «ζωὴ ἐκ ζωῆς ἐγεννήθη καὶ ὥσπερ ποταμὸς «ἀπὸ πηγῆς
18.1.28
ἔρρευσε καὶ ἀπὸ φωτὸς ἀσβέστου λαμπρὸν φῶς ἀνήφθη».