Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De sententia Dionysii
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
19.1.1
Τίς τούτων ἀκούων οὐ μανίας λοιπὸν καταψηφίσεται τῶν ὑπονοούντων
19.1.2
Διονύσιον τὰ Ἀρείου φρονεῖν; ἰδοὺ γὰρ διὰ τούτων φανερῶς πᾶσαν αὐτοῦ πατεῖ τὴν
19.1.3
αἵρεσιν τοῖς τῆς ἀληθείας λογισμοῖς. τὸ μὲν γὰρ «οὐκ ἦν πρὶν γεννηθῇ» καὶ τὸ «ἦν
19.1.4
ποτε ὅτε οὐκ ἦν» ἀναιρεῖ τῷ τοῦ ἀπαυγάσματος λόγῳ καὶ λέγων, ὅτι τούτου ὁ πατὴρ
19.1.5
οὐκ ἦν ποτε ἄγονος, τὸ δὲ ἐξ οὐκ ὄντων αὐτῶν ἀναιρεῖ ἐν τῷ λέγειν, τὸν λόγον εἶναι
19.1.6
ὡς ποταμὸν ἀπὸ πηγῆς καὶ βλαστὸν ἀπὸ ῥίζης καὶ τέκνον ἀπὸ γονέως καὶ φῶς ἐκ
19.1.7
φωτὸς καὶ ζωὴν ἐκ ζωῆς· καὶ τὸ μὲν ἀποσχοινίζειν καὶ διαιρεῖν αὐτοὺς τὸν λόγον
19.1.8
ἀπὸ τοῦ θεοῦ διαβάλλει λέγων αὐτὸς ἀδιαίρετον καὶ ἀμείωτον τὴν τριάδα εἰς
19.1.9
μονάδα συγκεφαλαιοῦσθαι, τὸ δὲ λέγειν αὐτοὺς ἀλλότριον εἶναι τὸν υἱὸν τῆς τοῦ
19.1.10
πατρὸς οὐσίας ἄντικρυς πατεῖ λέγων ὁμοούσιον 19. 2 εἶναι τοῦ πατρὸς τὸν υἱόν. ἐφ'
19.1.11
ᾧ καὶ θαυμάσειεν ἄν τις τὴν ἀναίδειαν τῶν δυσσεβῶν, πῶς Διονυσίου, ὃν λέγουσιν
19.1.12
ὁμόδοξον ἑαυτῶν εἶναι, λέγοντος ὁμοούσιον τὸν υἱόν, αὐτοὶ περιέρχονται ὡς
19.1.13
κώνωπες περιβομβοῦντες, ὡς οὐκ ὀρθῶς γραψάσης τῆς συνόδου τὸ 19. 3 ὁμοούσιον.
19.1.14
εἰ γὰρ Διονύσιός ἐστιν αὐτοῖς φίλος, μὴ ἀρνείσθωσαν τὰ τοῦ ὁμόφρονος· εἰ δὲ
19.1.15
νομίζουσι μὴ ὀρθῶς εἰρῆσθαι, πῶς τὸν τοῦτο λέγοντα Διονύσιον θρυλοῦσιν ὡς τὰ
19.1.16
αὐτῶν φρονοῦντα; μάλιστα ὅτι οὐδὲ ἐκ παρέργου ταῦτα λέγων φαίνεται, ἀλλὰ
19.1.17
πρότερον ἄλλας ἐπιστολὰς γράψας τοὺς μὲν κατειρηκότας αὐτοῦ ὡς μὴ λέγοντος
19.1.18
ὁμοούσιον τὸν υἱὸν τῷ πατρὶ διελέγχει ψευδομένους, τοὺς δὲ νομίζοντας αὐτὸν
19.1.19
λέγειν γενητὸν τὸν λόγον παρακρούεται, ὅτι μὴ οὕτως ὡς νομίζουσιν ἐφρόνησεν,
19.1.20
ἀλλ' εἰ καὶ τὰς λέξεις εἴρηκε, διὰ τοῦτό φησιν εἰρηκέναι πρὸς τὸ μόνον δεῖξαι, ὅτι μὴ
19.1.21
ὁ πατήρ ἐστιν ἀλλ' ὁ υἱὸς ὁ τὸ γενητὸν καὶ κτιστὸν καὶ ποιητὸν ἐνδυσάμενος σῶμα·
19.1.22
διὸ καὶ γεγενῆσθαι καὶ πεποιῆσθαι καὶ ἐκτίσθαι λέγεται ὁ υἱός.

Intertext edge

Open linked passage

Note