Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De sententia Dionysii
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
1.1.1
Βραδέως ἐδήλωσας περὶ τῆς νῦν διαλέξεως τῆς γενομένης παρ' ὑμῖν πρὸς
1.1.2
τοὺς χριστο μάχους· καὶ γὰρ πρὶν γράψαι τὴν σὴν διάθεσιν ἔμαθον φιλοπευστῶν καὶ
1.1.3
ἡδέως ἀκούων περὶ τῶν τοιούτων. τὴν μὲν οὖν σὴν εὐλάβειαν ἀπεδεξάμην καλῶς
1.1.4
φρονοῦσαν περὶ τῶν μακαρίων πατέρων ἡμῶν, τῶν δ' Ἀρειομανιτῶν τὴν ἀλογίαν
1.1.5
καὶ νῦν ἐπέγνων. 1. 2 οὐδὲν γὰρ οὔτ' εὔλογον οὔτε πρὸς ἀπόδειξιν ἐκ τῆς θείας
1.1.6
γραφῆς ῥητὸν ἐχούσης τῆς αἱρέσεως αὐτῶν ἀεὶ μὲν προφάσεις ἀναισχύντους
1.1.7
ἐπορίζοντο καὶ σοφίσματα πιθανά, νῦν δὲ καὶ διαβάλλειν τοὺς πατέρας τετολμήκασι.
1.1.8
καὶ οὐκ ἀλλότριόν γε ἀλλὰ καὶ οἰκεῖον τοῦτο τῆς κακονοίας ἐστὶν αὐτῶν· οἱ γὰρ
1.1.9
κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ χριστοῦ αὐτοῦ μελετᾶν ἐπιχειρήσαντες, τί θαυμαστὸν
1.1.10
εἰ καὶ τὸν μακαρίτην Διονύσιον τὸν 1. 3 ἐπίσκοπον Ἀλεξανδρείας ὡς ὁμόδοξον
1.1.11
ἑαυτῶν καὶ ὁμόφρονα λοιδοροῦσιν; ὃν γὰρ ἐὰν οὗτοι πρὸς σύστασιν τῆς ἑαυτῶν
1.1.12
αἱρέσεως δόξωσιν εὐφημεῖν, κἂν μακάριον αὐτὸν ὀνομάζωσι, τοῦτον οὐχ ἁπλῶς
1.1.13
ἀλλὰ καὶ μεγάλως διαβάλλουσιν ὥσπερ λῃσταί τινες καὶ τὸν τρόπον ἄσεμνοι, οἳ
1.1.14
ἐπειδὰν ἐπὶ τοῖς ἰδίοις ἐπιτηδεύμασιν ὀνειδίζωνται, τοὺς σώφρονας συναριθμοῦσιν
1.1.15
ἑαυτοῖς καταψευδόμενοι τῆς ἐκείνων σωφροσύνης.

Intertext edge

Open linked passage

Note