De sententia Dionysii
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
20.1.1
Ἀμέλει ἐπειδὴ προελήφθη γράψαι τὰς τοιαύτας λέξεις, τοῖς μὲν
20.1.2
Ἀρειανοῖς μακρὰ φράζει χαίρειν, παρὰ δὲ τῶν ἀκουόντων συνείδησιν ἀγαθὴν
20.1.3
ἀπαιτεῖ τὸ δυσχερὲς ἢ τάχα καὶ τὸ ἀπερίδρακτον τῶν ζητουμένων προβαλλόμενος,
20.1.4
ἵνα μὴ τὰς λέξεις ἀλλὰ τὴν διάνοιαν τοῦ γράφοντος κρίνωσι, καὶ μάλισθ' ὅταν τὰ
20.1.5
πλεῖστα μαρτυρῇ τῇ τούτου φρονήσει. ἔφησε γοῦν καὶ αὐτὸς ὅτι «τῶν μὲν τοιούτων
20.1.6
ὡς ἀχρειοτέρων ἐξ ἐπιδρομῆς εἶπον τὰ παραδείγματα τὸ φυτὸν καὶ τὸν γεωργόν·
20.1.7
τοῖς δὲ προσφυεστέροις ἐνδιέτριψα καὶ πλέον 20. 2 διεξῆλθον περὶ τῶν
20.1.8
ἀληθεστέρων». ὁ δὲ τοῦτο λέγων δείκνυσιν ἀληθέστερον εἶναι τὸ λέγειν ἀίδιον καὶ
20.1.9
ἐκ τοῦ πατρὸς τὸν υἱὸν ἤπερ γενητόν. ἐκ τούτου μὲν γὰρ τὸ σωματικὸν τοῦ κυρίου
20.1.10
σημαίνεται, ἐξ ἐκείνων δὲ τὸ ἀίδιον τῆς θεότητος αὐτοῦ. ἐν τούτοις γοῦν καὶ
20.1.11
ἠλέγχθαι παρ' αὐτοῦ τοὺς ἐγκαλέσαντας, ὡς μὴ λέγοντος αὐτοῦ ὁμοούσιον τοῦ πα
20.1.12
τρός, διαβεβαιοῦται οὐχ ἁπλῶς, ἀλλὰ μετὰ φρονήσεως καὶ ἀποδείξεως ἀληθοῦς
20.1.13
λέγων· «εἰ καὶ μὴ τὴν λέξιν ταύτην εὗρον ἐν ταῖς γραφαῖς, ἀλλ' ἐξ αὐτῶν τῶν
20.1.14
γραφῶν τὸν νοῦν 20. 3 συναγαγών, ἔγνων ὅτι υἱὸς ὢν καὶ λόγος οὐ ξένος ἂν εἴη τῆς
20.1.15
οὐσίας τοῦ πατρός». ὅτι γὰρ οὐ κτίσμα οὐδὲ ποίημα φρονεῖ τὸν υἱὸν εἶναι (καὶ γὰρ
20.1.16
καὶ ἐν τούτῳ τεθρυλήκασιν αὐτόν), οὕτως ἐν τῷ δευτέρῳ βιβλίῳ φησίν· «ἐὰν δέ τις
20.1.17
τῶν συκοφαντῶν, ἐπειδὴ τῶν «ἁπάντων ποιητὴν τὸν θεὸν καὶ δημιουργὸν εἶπον,
20.1.18
οἴηταί με καὶ τοῦ Χριστοῦ λέγειν, «ἀκουσάτω μου πρότερον πατέρα φήσαντος αὐτόν,
20.1.19
ἐν ᾧ καὶ ὁ υἱὸς προσγέγραπται. «μετὰ γὰρ τὸ εἰπεῖν πατέρα ποιητὴν ἐπαγήοχα· καὶ
20.1.20
οὔτε πατήρ ἐστιν ὢν ποιητής, «εἰ κυρίως ὁ γεννήσας πατὴρ ἀκούοιτο (τὴν γὰρ
20.1.21
πλατύτητα τῆς τοῦ πατρὸς προση «γορίας ἐν τοῖς ἑξῆς ἐπεξεργασόμεθα), οὔτε
20.1.22
ποιητὴς ὁ πατήρ, εἰ μόνος ὁ χειροτέχνης «ποιητὴς λέγοιτο. παρ' Ἕλλησι γὰρ ποιηταὶ
20.1.23
καὶ τῶν ἰδίων καλοῦνται λόγων οἱ σοφοί· «καὶ ποιητὰς ὁ ἀπόστολος εἶπε νόμου· καὶ
20.1.24
τῶν ἐγκαρδίων γὰρ ἀρετῆς ἢ κακίας ποιηταὶ «καθίστανται, ὡς εἶπεν ὁ θεός· «ἔμεινα
20.1.25
τοῦ ποιῆσαι κρίσιν, ἐποίησε δὲ ἀνομίαν»».