Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De sententia Dionysii
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
21.1.1
Ἔστιν ἀληθῶς ἀκούοντα ταῦτα μνησθῆναι τοῦ θείου λογίου λέγοντος·
21.1.2
«οὗ ἐὰν στραφῇ ὁ ἀσεβής, ἀφανίζεται». ἰδοὺ γὰρ ποικίλως στρεφόμενοι καθ'
21.1.3
ἑκάστην οἱ δυσσε βεῖς ἀφανίζονται μὴ ἔχοντες μηδὲ εἰς τοῦτο πρόφασιν περὶ
21.1.4
Διονυσίου. φανερῶς μὲν γὰρ διδάσκει μὴ εἶναι ποίημα μηδὲ κτίσμα τὸν υἱόν.
21.1.5
αἰτιᾶται δὲ καὶ θεραπεύει τοὺς δια βάλλοντας αὐτὸν ὡς εἰπόντα ποιητὴν τὸν θεόν,
21.1.6
ὅτι μὴ συνεῖδον εἰπόντα αὐτὸν πρότε 21. 2 ρον πατέρα τὸν θεόν, ἐν ᾧ καὶ ὁ υἱὸς
21.1.7
προσγέγραπται. τοῦτο δὲ λέγων δείκνυσι μὴ εἶναι τῶν ποιημάτων τὸν υἱόν, μηδὲ
21.1.8
ποιητὴν ἀλλὰ πατέρα τοῦ ἰδίου λόγου τὸν θεὸν εἶναι. καὶ ἐπειδὴ ἀσυνειδήτως τινὲς
21.1.9
ἐπήγαγον αὐτῷ, ὅτι ποιητὴν εἶπε τὸν θεὸν τοῦ Χριστοῦ, διὰ τοῦτο ποικίλως
21.1.10
ἀπολογούμενός φησι μηδ' οὕτως ἐπιλήψιμον εἶναι τὸν λόγον. εἰρηκέναι γὰρ
21.1.11
ποιητήν φησι διὰ τὴν σάρκα, ἣν ἀνέλαβε γενητὴν οὖσαν αὐτὴν 21. 3 ὁ λόγος. εἰ δὲ
21.1.12
καὶ περὶ τοῦ λόγου τις ὑπονοήσοι τοῦτο λελέχθαι, καὶ οὕτως ἔπρεπεν αὐτοὺς
21.1.13
ἀφιλονείκως ἀκοῦσαι· «ὡς γὰρ οὐ ποίημα φρονῶ τὸν λόγον, καὶ οὐ ποιητὴν «ἀλλὰ
21.1.14
πατέρα τὸν θεὸν αὐτοῦ λέγω. κἂν ἐξ ἐπιδρομῆς εἴπω ποιητὴν τὸν θεὸν διηγού
21.1.15
«μενος περὶ τοῦ υἱοῦ, ἀλλὰ καὶ οὕτως ἀπολογήσασθαι δυνατόν. ποιητὰς γὰρ τῶν
21.1.16
ἰδίων «λόγων Ἑλλήνων μὲν οἱ σοφοί φασι καίτοι πατέρας ἑαυτοὺς ὄντας τῶν ἰδίων
21.1.17
λόγων. «ἡ δὲ θεία γραφὴ καὶ τῶν ἀπὸ καρδίας κινημάτων ποιητὰς ἡμᾶς διαγορεύει,
21.1.18
ποιητὰς «νόμου καὶ κρίσεως καὶ δικαιοσύνης λέγουσα.» ὥστε πανταχόθεν τὸν μὲν
21.1.19
υἱὸν μὴ εἶναι κτίσμα μηδὲ ποίημα, ἑαυτὸν δὲ ἀλλότριον τῆς ἀρειανῆς κακοδοξίας
21.1.20
ἀποδείκνυσι .

Intertext edge

Open linked passage

Note