Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De sententia Dionysii
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
22.1.1
Μὴ γὰρ δή τις Ἀρειανὸς μηδὲ ἐν τούτῳ ὑπονοείτω κατ' αὐτοῦ ὡς οὕτως
22.1.2
λέγοντος· σύνεστιν ὁ υἱὸς τῷ πατρί, ὡς τὰ μὲν ὀνόματα συνῆφθαι ἀλλήλοις, τὰ δὲ
22.1.3
πράγματα πλεῖστον ἀλλήλων διεστάναι, καὶ μὴ ἀεὶ μὲν συνεῖναι τὸν υἱὸν τῷ πατρί,
22.1.4
ἀφ' οὗ δὲ γέ γονεν ὁ υἱός, ἐξ ἐκείνου καὶ πατέρα τὸν θεὸν εἰρῆσθαι καὶ λοιπὸν αὐτῷ
22.1.5
συνεῖναι, ὥσπερ καὶ ἐπ' ἀνθρώπων τοῦτο γίνεται. ἀλλ' ἐνθυμείσθω καὶ
22.1.6
μνημονευέτω τῶν προειρημένων 22. 2 καὶ ὄψεται Διονυσίου τὴν πίστιν ὀρθήν.
22.1.7
λέγων γάρ· «οὐ γὰρ ἦν ὅτε ὁ θεὸς οὐκ ἦν πατήρ», καὶ πάλιν· «ὁ δέ γε θεὸς αἰώνιόν
22.1.8
ἐστι φῶς οὔτε ἀρξάμενον οὔτε λῆξόν ποτε· οὐκοῦν αἰώνιον πρόκειται καὶ σύνεστιν
22.1.9
αὐτῷ τὸ ἀπαύγασμα, ἄναρχον καὶ ἀειγενές, προφαινόμενον αὐτοῦ»· ἐχρῆν μηδένα
22.1.10
τὸ σύνολον ὑπονοεῖν τινα τοιαῦτα κατ' αὐτοῦ. καὶ τὰ παραδείγματα δὲ τῆς πηγῆς καὶ
22.1.11
τοῦ ποταμοῦ καὶ τῆς ῥίζης καὶ τοῦ βλαστοῦ καὶ τοῦ πνεύματος καὶ τῆς ἀτμίδος
22.1.12
καταισχύνει τοὺς χριστομάχους τἀναντία θρυλοῦντας κατ' αὐτοῦ. 23. 1 Ἐπειδὴ δὲ
22.1.13
πρὸς πᾶσι τοῖς ἑαυτοῦ κακοῖς ὁ Ἄρειος καὶ τοῦτο συμπεφόρηκεν ἑαυτῷ ῥημάτιον ὡς
22.1.14
ἐκ κοπρίας καὶ προστίθησιν, ὡς ἄρα «ὁ λόγος οὐκ ἔστιν ἴδιος τοῦ πατρός, ἀλλ' ἄλλος
22.1.15
μέν ἐστιν ὁ ἐν τῷ θεῷ λόγος, οὗτος δὲ ὁ κύριος ξένος μὲν καὶ ἀλλότριός ἐστι τῆς τοῦ
22.1.16
πατρὸς οὐσίας, κατ' ἐπίνοιαν δὲ μόνον λέγεται λόγος καὶ οὐκ ἔστι μὲν κατὰ φύσιν
22.1.17
καὶ ἀληθινὸς τοῦ θεοῦ υἱός, κατὰ θέσιν δὲ λέγεται καὶ οὗτος υἱὸς ὡς κτίσμα», καὶ τοι
22.1.18
αῦτα λέγων αὐχεῖ παρὰ τοῖς ἀγνοοῦσιν ὡς καὶ ἐν τούτοις ἔχων ὁμόδοξον τὸν
22.1.19
Διονύσιον, ὅρα καὶ τὴν περὶ τούτων πίστιν τοῦ Διονυσίου καὶ πῶς μάχεται ταῖς
22.1.20
τοιαύταις Ἀρείου 23. 2 κακονοίαις. γράφει γὰρ ἐν μὲν τῷ πρώτῳ βιβλίῳ οὕτως·
22.1.21
«προείρηται μὲν οὖν, ὅτι «πηγὴ τῶν ἀγαθῶν ἁπάντων ἐστὶν ὁ θεός· ποταμὸς δὲ ὑπ'
22.1.22
αὐτοῦ προχεόμενος ὁ υἱὸς «ἀναγέγραπται. ἀπόρροια γὰρ νοῦ λόγος καί, ὡς ἐπ'
22.1.23
ἀνθρώπων εἰπεῖν, ἀπὸ καρδίας «διὰ στόματος ἐξοχετεύεται, ἕτερος γινόμενος τοῦ ἐν
22.1.24
καρδίᾳ λόγου ὁ διὰ γλώσσης νοῦς «προπηδῶν. ὁ μὲν γὰρ ἔμεινε προπέμψας καὶ ἔστιν
22.1.25
οἷος ἦν, ὁ δὲ ἐξέπτη προπεμφθεὶς «καὶ φέρεται πανταχοῦ· καὶ οὕτως ἐστὶν ἑκάτερος
22.1.26
ἐν ἑκατέρῳ ἕτερος ὢν θατέρου, καὶ «ἕν εἰσιν ὄντες δύο. οὕτω γὰρ καὶ ὁ πατὴρ καὶ ὁ
22.1.27
υἱὸς ἓν καὶ ἐν ἀλλήλοις ἐλέχθησαν εἶναι.» 23. 3 ἐν δὲ τῷ τετάρτῳ βιβλίῳ οὕτως
22.1.28
λέγει· «ὡς γὰρ ὁ ἡμέτερος νοῦς ἐρεύγεται μὲν ἀφ' ἑαυτοῦ «τὸν λόγον, ὡς εἶπεν ὁ
22.1.29
προφήτης· «ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν», καὶ ἔστι «μὲν ἑκάτερος ἕτερος
22.1.30
θατέρου, ἴδιον καὶ τοῦ λοιποῦ κεχωρισμένον εἰληχὼς τόπον, ὁ μὲν «ἐν τῇ καρδίᾳ, ὁ
22.1.31
δὲ ἐπὶ τῆς γλώττης καὶ τοῦ στόματος οἰκῶν τε καὶ κινούμενος· οὐ μὴν «διεστήκασιν
22.1.32
οὐδὲ καθάπαξ ἀλλήλων στέρονται οὐδέ ἐστιν οὔτε ὁ νοῦς ἄλογος οὔτε «ἄνους ὁ
22.1.33
λόγος, ἀλλ' ὅ γε νοῦς ποιεῖ τὸν λόγον ἐν αὐτῷ φανεὶς καὶ ὁ λόγος δείκνυσι τὸν
22.1.34
«νοῦν ἐν αὐτῷ γενόμενος, καὶ ὁ μὲν νοῦς ἐστιν οἷον λόγος ἐγκείμενος, ὁ δὲ λόγος
22.1.35
νοῦς 23. 4 «προπηδῶν. καὶ μεθίσταται μὲν ὁ νοῦς εἰς τὸν λόγον, ὁ δὲ λόγος τὸν νοῦν
22.1.36
εἰς τοὺς «ἀκροατὰς ἐγκυκλεῖ. καὶ οὕτως ὁ νοῦς διὰ τοῦ λόγου ταῖς τῶν ἀκουόντων
22.1.37
ψυχαῖς ἐνι «δρύεται συνεισιὼν τῷ λόγῳ· καὶ ἔστιν ὁ μὲν οἷον πατὴρ ὁ νοῦς τοῦ
22.1.38
λόγου ὢν ἐφ' ἑαυτοῦ, «ὁ δὲ καθάπερ υἱὸς ὁ λόγος τοῦ νοῦ, πρὸ ἐκείνου μὲν
22.1.39
ἀδύνατον ἀλλ' οὐδὲ ἔξωθέν «ποθεν σὺν ἐκείνῳ γενόμενος, βλαστήσας δὲ ἀπ' αὐτοῦ.
22.1.40
οὕτως ὁ πατήρ, ὁ μέγιστος καὶ «καθόλου νοῦς, πρῶτον τὸν υἱὸν λόγον ἑρμηνέα
22.1.41
ἄγγελον ἑαυτοῦ, ἔχει».

Intertext edge

Open linked passage

Note