De sententia Dionysii
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
24.1.1
Τούτων ἢ οὐκ ἤκουσέ ποτε Ἄρειος ἢ ἀκούσας οὐκ ἐνόησεν ὁ ἀμαθής.
24.1.2
οὐκ ἂν γάρ, εἴπερ ἦν νοήσας, κατεψεύδετο τοσοῦτον κατὰ τοῦ ἐπισκόπου, ἀλλὰ
24.1.3
πάντως καὶ αὐτὸν ὡς ἡμᾶς ἐλοιδόρει διὰ τὸ πρὸς τὴν ἀλήθειαν μῖσος. χριστομάχος
24.1.4
γὰρ ὢν οὐκ ὀκνήσει καὶ τοὺς τὰ Χριστοῦ φρονοῦντας διώκειν, ὡς αὐτὸς ὁ κύριος
24.1.5
προείρηκεν· «εἰ ἐμὲ ἐδίωξαν, 24. 2 καὶ ὑμᾶς διώξουσιν.» ἢ εἰ νομίζουσιν οἱ προστάται
24.1.6
τῆς ἀσεβείας ὁμόφρονα τὸν Διο νύσιον ἑαυτοῖς εἶναι, γραψάτωσαν ταῦτα καὶ
24.1.7
ὁμολογείτωσαν· γραψάτωσαν τὴν ἄμ πελον καὶ τὸν γεωργόν, τὸ σκάφος καὶ τὸν
24.1.8
ναυπηγόν, καὶ ἅμα ὁμολογείτωσαν καὶ ἅπερ εἶπεν ἀπολογούμενος τὸ ὁμοούσιον καὶ
24.1.9
τὸ ἐκ τῆς οὐσίας εἶναι τὸν υἱὸν καὶ τὸ ἀίδιον καὶ τὸν νοῦν πρὸς τὸν λόγον τήν τε
24.1.10
πηγὴν καὶ τὸν ποταμὸν καὶ τὰ ἄλλα, ἵνα κἂν ἐκ τῆς διαφορᾶς γνῶσιν, πῶς ἐκεῖνα
24.1.11
μὲν κατ' οἰκονομίαν, ταῦτα δὲ ὡς ὁ τῆς εὐσεβοῦς πίστεως βούλεται λόγος εἴρηκε, καὶ
24.1.12
λοιπὸν ταῦτα λέγοντες ἀναιρῶσιν ἅπερ κατ' αὐτῶν τούτων 24. 3 ἐφρόνησαν. τί γὰρ
24.1.13
κἂν ἐγγὺς ἔχει τῶν Ἀρείου κακῶν ἡ Διονυσίου πίστις; οὐχ ὁ μὲν Ἄρειος κατ'
24.1.14
ἐπίνοιαν λέγει τὸν λόγον, ὁ δὲ Διονύσιος ἀληθινὸν καὶ φύσει λόγον τοῦ θεοῦ; καὶ ὁ
24.1.15
μὲν ἀποξενοῖ τὸν λόγον ἀπὸ τοῦ πατρός, ὁ δὲ ἴδιον καὶ ἀδιαίρετον τῆς τοῦ πατρὸς
24.1.16
οὐσίας αὐτὸν εἶναι διδάσκει, ὡς ἔστιν ὁ λόγος πρὸς τὸν νοῦν καὶ ποταμὸς πρὸς 24. 4
24.1.17
τὴν πηγήν. εἰ μὲν οὖν διαιρεῖν καὶ ἀποξενοῦν τὸν λόγον καὶ τὸν νοῦν τις δύναται ἢ
24.1.18
τὸν ποταμὸν καὶ τὴν πηγὴν μερίσαι καὶ τειχίσας διελεῖν ἢ τὸν ποταμὸν ἑτεροούσιον
24.1.19
εἰπεῖν πρὸς τὴν πηγὴν καὶ ξένον τὸ ὕδωρ δεῖξαι ἢ τὸ ἀπαύγασμα τολμᾷ διελεῖν ἀπὸ
24.1.20
τοῦ φωτὸς καὶ εἰπεῖν ἐξ ἑτέρας οὐσίας εἶναι τὸ ἀπαύγασμα καὶ μὴ ἐκ τοῦ φωτός,
24.1.21
μαινέσθω μετὰ Ἀρείου. ὁ γὰρ τοιοῦτος μηδὲ νοῦν ἀνθρώπινον ἔχων ἔτι φανήσεται.
24.1.22
εἰ δὲ ἀδιαίρετα ταῦτα οἶδεν ἡ φύσις καὶ τὸ τούτων γέννημα ἴδιον, μήτε τὰ Ἀρείου τις
24.1.23
ἔτι λοιπὸν φρο νείτω μήτε Διονύσιον διαβαλλέτω, ἀλλὰ καὶ μᾶλλον ἐκ τούτων
24.1.24
αὐτοῦ θαυμαζέτω τήν τε τοῦ λόγου λευκότητα καὶ τὴν τῆς πίστεως ὀρθότητα.