De sententia Dionysii
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
25.1.1
Ὅτι γὰρ πρὸς τὴν μανίαν Ἀρείου λέγοντος ἄλλον εἶναι τὸν ἐν τῷ θεῷ
25.1.2
λόγον καὶ ἄλλον, περὶ οὗ φησιν ὁ Ἰωάννης· «ἐν ἀρχῇ ἦν ὁ λόγος», καὶ ἄλλην μὲν
25.1.3
ἰδίαν σοφίαν εἶναι ἐν τῷ θεῷ, ἄλλην δὲ περὶ ἧς φησιν ὁ ἀπόστολος «Χριστὸς θεοῦ
25.1.4
δύναμις καὶ θεοῦ σοφία», πάλιν ὁ Διονύσιος ἀνθίσταται καὶ διαβάλλει τὴν τοιαύτην
25.1.5
κακοδοξίαν, ὅρα πάλιν πῶς ἐν τῷ δευτέρῳ γράφει περὶ τούτων οὕτως· ««ἐν ἀρχῇ ἦν
25.1.6
ὁ λόγος»· ἀλλ' οὐκ «ἦν λόγος ὁ τὸν λόγον προέμενος· «ἦν γὰρ ὁ λόγος πρὸς τὸν
25.1.7
θεόν». «σοφία γεγέννηται» «ὁ κύριος· οὐκ ἦν οὖν σοφία ὁ τὴν σοφίαν ἀνείς· «ἐγὼ
25.1.8
γὰρ ἤμην, φησίν, ᾗ προσέχαι 25. 2 «ρεν». ἀλήθειά ἐστιν ὁ Χριστός· «εὐλογητὸς δέ»,
25.1.9
φησίν, «ὁ θεὸς τῆς ἀληθείας».» ἐν ταῦθα καὶ Σαβέλλιον καὶ Ἄρειον ἀνατρέπει καὶ
25.1.10
ἀμφοτέρας τὰς αἱρέσεις ἴσας ἐν ἀσεβείᾳ δείκνυσιν. οὔτε γὰρ λόγος ἐστὶν ὁ τοῦ λόγου
25.1.11
πατὴρ οὔτε ποίημά ἐστι τὸ ἐκ τοῦ πατρός, ἀλλὰ ἴδιον τῆς οὐσίας αὐτοῦ γέννημα,
25.1.12
πάλιν τε οὐκ ἔστι πατὴρ ὁ προελθὼν λόγος οὐδὲ πάλιν ἐκ πολλῶν εἷς ἐστιν οὗτος
25.1.13
λόγος, ἀλλὰ μόνος ἐστὶ τοῦ πατρὸς υἱός, ἀληθινὸς καὶ 25. 3 φύσει γνήσιος, ὁ καὶ νῦν
25.1.14
ὢν ἐν αὐτῷ καὶ ἀιδίως καὶ ἀδιαιρέτως ὢν ἐξ αὐτοῦ. οὕτω καὶ σοφία καὶ ἀλήθειά
25.1.15
ἐστιν ὁ κύριος καὶ οὐκ ἔστιν ἄλλης σοφίας δεύτερος, ἀλλὰ μόνος οὗτός ἐστι, δι' οὗ τὰ
25.1.16
πάντα πεποίηκεν ὁ πατήρ. καὶ ἐν αὐτῷ συνεστήσατο τῶν γενητῶν τὰς ποικίλας
25.1.17
οὐσίας, δι' αὐτοῦ τε γνωρίζεται, οἷς ἂν ἐθέλῃ, καὶ ἐν αὐτῷ τὴν τῶν πάντων πρόνοιαν
25.1.18
ποιεῖται καὶ ἐργάζεται. μόνον γὰρ τοῦτον οἶδε τοῦ θεοῦ λόγον καὶ Διονύσιος. 25. 4
25.1.19
αὕτη τοῦ Διονυσίου ἡ πίστις· ὀλίγα γὰρ ἐκ τῶν ἐπιστολῶν αὐτοῦ συναγαγὼν ἔγραψα
25.1.20
δυνάμενα παρασχεῖν σοὶ μὲν ἀφορμὴν εἰς τὸ πλείονα προστιθέναι, τοῖς δὲ Ἀρειανοῖς
25.1.21
μεγίστην αἰσχύνην διὰ τὴν κατὰ τοῦ ἐπισκόπου συκοφαντίαν. ἐν πᾶσι γὰρ καὶ καθ'
25.1.22
ἕκαστον, δι' ὧν ἔγραψεν, ἤλεγξεν αὐτῶν τὴν κακοφροσύνην καὶ τὴν αἵρεσιν αὐτῶν
25.1.23
ἐστηλίτευσεν .