De sententia Dionysii
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
26.1.1
Οὐκοῦν ἀπὸ τούτων δείκνυται καὶ ἡ πρὸς Εὐφράνορα καὶ Ἀμμώνιον
26.1.2
ἐπιστολὴ οὐ φαύλῃ διανοίᾳ, ἀλλὰ κατ' οἰκονομίαν γραφεῖσα παρ' αὐτοῦ· τοῦτο γὰρ
26.1.3
καὶ ἡ ἀπολογία αὐτοῦ δείκνυσι. καὶ ἔστιν ἀληθῶς τύπος οὗτος πιθανὸς πρὸς
26.1.4
ἀνατροπὴν τῆς Σαβελλίου μανίας, ὥστε τὸν βουλόμενον ταχέως διελέγχειν τοὺς
26.1.5
τοιούτους μὴ ἀπὸ τῶν σημαινόντων τὴν θεότητα τοῦ λόγου ποιεῖσθαι τὴν ἀρχήν
26.1.6
(ὅτι λόγος καὶ σοφία καὶ δύναμίς ἐστιν ὁ υἱός, καὶ ὅτι «ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν»,
26.1.7
ἵνα μὴ τὰ καλῶς εἰρημένα παρεξηγούμενοι ἐκεῖνοι πρόφασιν τῆς ἀναισχύντου
26.1.8
φιλονεικίας ἑαυτῶν τὰ τοιαῦτα πορίσωνται ἀκούοντες, ὅτι «ἐγὼ καὶ ὁ πατὴρ ἕν
26.1.9
ἐσμεν», καὶ· «ὁ ἐμὲ ἑωρακώς, ἑώρακε τὸν πατέρα»), ἀλλὰ τὰ ἀνθρωπίνως εἰρημένα
26.1.10
περὶ τοῦ σωτῆρος προβάλλειν, ὥσπερ αὐτὸς πεποίηκεν, οἷά 26. 2 ἐστι τὸ πεινῆν, τὸ
26.1.11
κοπιᾶν καὶ ὅτι ἄμπελος καὶ ηὔχετο καὶ πέπονθεν. ὅσῳ γὰρ ταῦτα ταπεινὰ λέγεται,
26.1.12
τοσούτῳ δείκνυται μὴ ὁ πατὴρ γενόμενος ἄνθρωπος. ἀνάγκη γὰρ καὶ ἀμπέλου
26.1.13
λεγομένου τοῦ κυρίου εἶναι καὶ γεωργὸν καὶ εὐχομένου αὐτοῦ εἶναι τὸν
26.1.14
ὑπακούοντα καὶ αἰτοῦντος αὐτοῦ εἶναι τὸν διδοῦντα. τὰ δὲ τοιαῦτα μᾶλλον
26.1.15
εὐκολώτερον τὴν τῶν Σαβελλιανῶν μανίαν δείκνυσιν, ὅτι ἕτερος ὁ εὐχόμενος,
26.1.16
ἕτερος ὁ ὑπακούων καὶ ἄλλος 26. 3 ἡ ἄμπελος καὶ ἄλλος ὁ γεωργός. ὅσα γὰρ ὡς
26.1.17
ἀποξενοῦντα τὸν υἱὸν ἀπὸ τοῦ πατρὸς λέγεται ῥητά, ταῦτα διὰ τὴν σάρκα, ἣν δι'
26.1.18
ἡμᾶς ἐφόρεσε, λέγεται περὶ αὐτοῦ. ξένα γὰρ τὰ γενητὰ κατὰ φύσιν ἐστὶ τοῦ θεοῦ. διὰ
26.1.19
τοῦτο γοῦν ἐπειδὴ τῆς σαρκὸς γενητῆς οὔσης γέγονεν, ὡς ὁ Ἰωάννης φησίν, ὁ λόγος
26.1.20
σάρξ, καίτοι κατὰ φύσιν ἴδιος καὶ ἀδιαίρετος ὢν τοῦ πατρός, ὅμως δι' αὐτὴν λέγεται
26.1.21
καὶ ὁ πατὴρ μακρὰν ἀπ' αὐτοῦ. τὰ γὰρ τῆς σαρκὸς ἴδια αὐτὸς ἀνέχεται περὶ αὐτοῦ
26.1.22
λέγεσθαι, ἵνα δειχθῇ ὅτι οὐκ ἄλλου ἀλλ' αὐτοῦ 26. 4 ἦν ἴδιον τὸ σῶμα. τοιαύτης δὲ
26.1.23
τῆς διανοίας οὔσης ταχύτερον ἐλεγχθήσεται Σαβέλλιος, ὅτι μή ἐστιν ὁ πατὴρ ὁ
26.1.24
γενόμενος σάρξ, ἀλλ' ὁ τούτου λόγος ὁ καὶ ταύτην λυτρούμενος καὶ προσάγων τῷ
26.1.25
πατρί. οὕτω δὲ διελέγξας καὶ πείσας λοιπὸν καὶ περὶ τῆς τοῦ λόγου θεότητος
26.1.26
ἑτοιμότερον διδάξει, ὅτι ὁ λόγος καὶ σοφία, υἱὸς καὶ δύναμις, ἀπαύγασμα, χαρακτήρ.
26.1.27
ἀνάγκη γὰρ καὶ ἐνταῦθα πάλιν νοεῖν, ὅτι τοῦ λόγου ὄντος εἶναι δεῖ καὶ τὸν πατέρα
26.1.28
τοῦ λόγου καὶ σοφίας οὔσης εἶναι καὶ τὸν ταύτης γονέα καὶ ἀπαυγάσματος ὄντος
26.1.29
εἶναι καὶ τὸ φῶς, καὶ οὕτως εἶναι τὸν υἱὸν καὶ τὸν πατέρα ἕν.