De sententia Dionysii
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
2.1.1
Εἰ μὲν οὖν θαρροῦσιν οἷς φρονοῦσι καὶ λέγουσι, προφερέτωσαν γυμνὴν
2.1.2
τὴν αἵρεσιν καὶ δεικνύτωσαν ἐξ αὐτῆς εἴ τινα νομίζουσιν ἢ ἐκ τῶν γραφῶν ἔχειν ἢ
2.1.3
κἂν ἀνθρώ πινόν τινα λογισμὸν εὐσεβῆ πρὸς ἀπολογίαν, εἰ δὲ μηδέν τι τοιοῦτον
2.1.4
ἔχουσι, σιωπάτωσαν. 2. 2 οὐδαμόθεν γὰρ εὑρήσουσιν εἰ μὴ μᾶλλον ἔλεγχον καθ'
2.1.5
ἑαυτῶν, ἀπὸ μὲν τῶν γραφῶν, τοῦ μὲν Ἰωάννου λέγοντος· «ἐν ἀρχῇ ἦν ὁ λόγος», ὃν
2.1.6
οὗτοι λέγουσιν οὐκ ἦν πρὶν γεννηθῇ, τοῦ δὲ Δαυὶδ ψάλλοντος ἐκ προσώπου τοῦ
2.1.7
πατρός· «ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν», ὃν οὗτοι λέγουσι κατ' ἐπίνοιαν
2.1.8
εἶναι καὶ ἐξ οὐκ ὄντων γεγενῆσθαι, εἶτα τοῦ μὲν Ἰωάννου πάλιν εὐαγγελιζομένου,
2.1.9
ὅτι «πάντα δι' αὐτοῦ ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν», τοῦ δὲ Παύλου
2.1.10
γράφοντος· «εἷς κύριος Ἰησοῦς Χριστός, δι' οὗ τὰ πάντα», καὶ 2. 3 ἐν ἑτέροις· «ὅτι ἐν
2.1.11
αὐτῷ ἐκτίσθη τὰ πάντα». ποίαν παρρησίαν ἕξουσιν οὗτοι καὶ οὐ μᾶλλον αἰσχύνην
2.1.12
ὀφλήσουσιν ἐναντιούμενοι τοῖς τῶν ἁγίων ῥήμασιν, ὅταν λέγωσι ποίημα εἶναι τὸν
2.1.13
τῶν πάντων δημιουργὸν καὶ κτίσμα τοῦτον, ἐν ᾧ τὰ κτίσματα γέγονε 2. 4 καὶ
2.1.14
συνέστηκεν; οὐδὲ ἀνθρώπινος δέ τις αὐτοῖς λογισμὸς εὐσεβὴς εἰς ἀπολογίαν περι
2.1.15
λείπεται. τίς γὰρ ἀνθρώπων ἢ Ἕλλην ἢ βάρβαρος, ὃν ὁμολογεῖ θεόν, τοῦτον
2.1.16
ἐπιχειρήσει κτίσμα λέγειν ἢ ὅτι οὐκ ἦν πρὶν γένηται; ἢ τίς ἀνθρώπων ἀκούσας παρὰ
2.1.17
τούτου, ὃν ἐπίστευσε μόνον εἶναι θεόν, λέγοντος· «οὗτός ἐστιν ὁ υἱός μου ὁ
2.1.18
ἀγαπητός», καὶ «ἐξη ρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν», τολμήσει κἂν εἰπεῖν ὅτι
2.1.19
ὁ ἐκ καρδίας τοῦ θεοῦ λόγος ἐξ οὐκ ὄντων γέγονεν ἢ ὁ υἱὸς κτίσμα ἐστὶ καὶ οὐκ ἴδιον
2.1.20
τοῦ λέγοντος γέννημα; πάλιν δὲ τίς ἀκούων τούτου, ὃν ἐπίστευσε κύριον εἶναι καὶ
2.1.21
σωτῆρα, λέγοντος· «ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί», καὶ «ἐγὼ καὶ ὁ πατὴρ ἕν
2.1.22
ἐσμεν», ἐπιχειρήσει διαιρεῖν ἃ ἐκεῖνος ἥνωσε καὶ ἀμέριστα τετήρηκε;