De sententia Dionysii
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
3.1.1
Ταῦτα γοῦν καὶ αὐτοὶ συνορῶντες καὶ παρρησίαν οὐκ ἔχοντες ἐν τοῖς
3.1.2
ἰδίοις κατα ψεύδονται τῶν εὐσεβῶν. ἀλλ' ἔδει πάντων αὐτοὺς ἐρήμους ὄντας καὶ
3.1.3
συνορῶντας ἑαυτοὺς ἐν ταῖς ἐρωτήσεσι πανταχόθεν ἀποροῦντας καὶ χασμωμένους
3.1.4
μεταγινώσκειν μᾶλλον ἀποστραφέντας ἀπὸ τῆς ὁδοῦ τῆς πλάνης καὶ μὴ συναριθμεῖν
3.1.5
ἑαυτοῖς οὓς οὐκ 3. 2 ἴσασιν, ἵνα μὴ καὶ παρ' αὐτῶν ἐλεγχόμενοι πλείονα τὴν
3.1.6
αἰσχύνην ἀπενέγκωνται. ἴσως δὲ τῆς τοιαύτης πανουργίας οὐ θελήσουσιν ἀποστῆναί
3.1.7
ποτε· καὶ γὰρ καὶ τοῦτο τῶν περὶ Καιάφαν ἐζήλωσαν, ὥσπερ καὶ τὸ ἀρνεῖσθαι τὸν
3.1.8
Χριστὸν παρ' αὐτῶν μεμαθήκασι. καὶ γὰρ κἀκεῖνοι τοσαῦτα τοῦ κυρίου πεποιηκότος
3.1.9
ἔργα, δι' ὧν ἐγνώριζεν ἑαυτὸν εἶναι τὸν Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ τοῦ ζῶντος,
3.1.10
ἐλεγχόμενοί τε παρ' αὐτοῦ πάντα παρὰ τὰς γραφὰς λοιπὸν καὶ φρονοῦντες καὶ
3.1.11
λέγοντες καὶ μὴ δυνάμενοι κἂν πρὸς τὸ βραχὺ πρὸς τοὺς κατ' αὐτῶν ἐλέγχους
3.1.12
ἀντιβλέπειν, εἰς τὸν πατριάρχην κατέφυγον λέγοντες· «ἡμεῖς πατέρα ἔχομεν τὸν
3.1.13
Ἁβραάμ», καὶ νομίζοντες ἐν τούτῳ δύνασθαι τὴν ἀλογίαν 3. 3 αὐτῶν ἐπικαλύπτειν.
3.1.14
ἀλλ' οὔτε ἐκεῖνοι τοῦτο λέγοντες ὤνησάν τι οὔτε οὗτοι Διονύ σιον ὀνομάζοντες
3.1.15
φυγεῖν τὴν ὁμοίαν ἐκείνοις αἰτίαν δυνήσονται. καὶ γὰρ κἀκείνους ἐφ' οἷς
3.1.16
παρηνόμουν ἤλεγξεν ὁ κύριος λέγων· «τοῦτο Ἁβραὰμ οὐκ ἐποίησε», καὶ τούτους
3.1.17
ἀσεβοῦντας καὶ ψευδομένους ἡ αὐτὴ πάλιν ἀλήθεια διελέγξει, ὅτι τὰ Ἀρείου
3.1.18
Διονύσιος ὁ ἐπίσκοπος οὔτ' ἐφρόνησεν οὔτε τὴν ἀλήθειαν ἠγνόησεν. ἀλλὰ καὶ οἱ
3.1.19
τότε Ἰουδαῖοι καὶ οἱ νέοι νῦν παρὰ τοῦ πατρὸς ἑαυτῶν τοῦ διαβόλου τὴν
3.1.20
χριστομάχον ἐκληρώσαντο 3. 4 μανίαν. μέγα μὲν οὖν τεκμήριον τοῦ μηδὲ τοῦτο
3.1.21
λέγειν αὐτοὺς ἀληθές, ἀλλὰ τὸν ἄνδρα συκοφαντεῖν, ὅτι μήτε παρ' ἑτέρων
3.1.22
ἐπισκόπων ἐπ' ἀσεβείᾳ καταγνωσθεὶς ἀπε βλήθη τῆς ἐπισκοπῆς ὥσπερ οὗτοι τοῦ
3.1.23
κλήρου μήτε αὐτὸς ὡς αἵρεσιν ἐκδικῶν ἐξῆλθε τῆς ἐκκλησίας, ἀλλ' ἐν αὐτῇ
3.1.24
κεκοίμηται καλῶς καὶ ἡ μνήμη μέχρι νῦν αὐτοῦ μετὰ τῶν πατέρων ἐστὶ καὶ
3.1.25
γέγραπται. εἰ γὰρ ἦν τὰ τούτων φρονήσας ἢ περὶ ὧν ἔγραψε μὴ ἦν ἀπολογησάμενος,
3.1.26
οὐκ ἦν ἀμφίβολον, ὅτι πάντως τὰ αὐτὰ καὶ αὐτὸς αὐτοῖς ἐπεπόνθει.