De sententia Dionysii
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
6.1.1
Τί τοίνυν ὅμοιον ἡ Ἀρείου αἵρεσις καὶ ἡ Διονυσίου διάνοια; ἢ διὰ τί
6.1.2
Διονύσιος ὡς Ἄρειος ὀνομάζεται πολλῆς οὔσης αὐτῶν τῆς διαφορᾶς; ὁ μὲν γὰρ τῆς
6.1.3
καθολικῆς ἐκκλησίας διδάσκαλός ἐστιν, ὁ δὲ καινῆς αἱρέσεως ἐφευρετὴς γέγονε. καὶ
6.1.4
ὁ μὲν Ἄρειος τὴν ἰδίαν κακοδοξίαν ἐκτιθέμενος ἔργαψε Θαλίαν ἐκτεθηλυμένοις καὶ
6.1.5
γελοίοις ἤθεσι κατὰ τὸν Αἰγύπτιον Σωσάτην, ὁ δὲ Διονύσιος ἔγραψε μὲν καὶ ἄλλας
6.1.6
ἐπιστολάς, ἀπελογήσατο 6. 2 δὲ καὶ περὶ ὧν ὑπωπτεύθη καὶ ἐφάνη φρονῶν ὀρθῶς. εἰ
6.1.7
μὲν οὖν ἐναντία ἑαυτῷ γρά φει, μὴ ἑλκέτωσαν αὐτὸν πρὸς ἑαυτούς, οὐ γὰρ
6.1.8
ἀξιόπιστος κατὰ τοῦτο. εἰ δὲ γράψας τὴν πρὸς Ἀμμώνιον ἐπιστολὴν ὑπωπτεύθη καὶ
6.1.9
ἀπελογήσατο θεραπεύων τὰ πρῶτα ἀπολογησάμενός τε οὐ μεταβέβληται, δῆλον ἂν
6.1.10
εἴη, ὅτι καὶ τὰ ὑποπτευθέντα κατ' οἰκο 6. 3 νομίαν ἔργαψεν. οὐ δεῖ δὲ τὰ κατ'
6.1.11
οἰκονομίαν γραφόμενα καὶ γινόμενα ταῦτα κα κοτρόπως δέχεσθαι καὶ εἰς τὴν ἰδίαν
6.1.12
ἕλκειν ἕκαστον βούλησιν. καὶ γὰρ καὶ ἰατρὸς πολ λάκις τὰ δοκοῦντά τισι μὴ εἶναι
6.1.13
κατάλληλα ταῦτα τοῖς ὑποκειμένοις τραύμασιν, ὡς οἶδεν αὐτός, ἐπιτίθησιν οὐδὲν
6.1.14
ἕτερον ἢ πρὸς τὴν ὑγιείαν ἔχων τὸν σκοπόν. καὶ διδασκάλου δὲ φρονίμου τρόπος
6.1.15
οὗτος πρὸς τὰ τῶν διδασκομένων ἤθη διατίθεσθαι καὶ λαλεῖν, ἕως ἂν αὐτοὺς εἰς τὴν
6.1.16
ὁδὸν τῆς τελειότητος μεταγάγῃ.