De sententia Dionysii
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
7.1.1
Εἰ δὲ ὅτι μόνον ἔγραψεν οὕτως ὁ μακαρίτης, αἰτιῶνται αὐτόν (αἱ γὰρ τῶν
7.1.2
Ἀρεια νῶν ὑπὲρ αὐτοῦ προφάσεις αἰτίαι κατ' αὐτοῦ τυγχάνουσι), τί ποιήσουσιν
7.1.3
ἀκούοντες καὶ τῶν μεγάλων καὶ μακαρίων ἀποστόλων ἐν ταῖς Πράξεσι, τοῦ μὲν
7.1.4
Πέτρου λέγοντος· «ἄνδρες Ἰσραηλῖται, ἀκούσατε τοὺς λόγους τούτους. Ἰησοῦν τὸν
7.1.5
Ναζωραῖον, ἄνδρα ἀποδεδειγμένον ἀπὸ τοῦ θεοῦ εἰς ὑμᾶς δυνάμεσι καὶ τέρασι καὶ
7.1.6
σημείοις, οἷς ἐποίησεν ὁ θεὸς δι' αὐτοῦ ἐν μέσῳ ὑμῶν, καθὼς οἴδατε, τοῦτον τῇ
7.1.7
ὡρισμένῃ βουλῇ καὶ προ γνώσει τοῦ θεοῦ ἔκδοτον διὰ χειρὸς ἀνόμων προσπήξαντες
7.1.8
ἀνείλατε», καὶ πάλιν· «ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου, ὃν ὑμεῖς
7.1.9
ἐσταυρώσατε, ὃν ὁ θεὸς ἤγειρεν 7. 2 ἐκ νεκρῶν, ἐν τούτῳ οὗτος παρέστηκεν ἐνώπιον
7.1.10
ὑμῶν ὑγιής»· τοῦ δὲ Παύλου ἐξη γουμένου ἐν Ἀντιοχείᾳ τῆς Πισιδίας, ὅτι
7.1.11
«μεταστήσας ὁ θεὸς τὸν Σαοὺλ ἤγειρε τὸν Δαυὶδ εἰς βασιλέα, ᾧ καὶ εἶπε μαρτυρήσας·
7.1.12
εὗρον Δαυὶδ τὸν τοῦ Ἰεσσαὶ ἄνδρα κατὰ τὴν καρδίαν μου, ὃς ποιήσει τὰ θελήματά
7.1.13
μου· τούτου ὁ θεὸς ἀπὸ τοῦ σπέρματος κατ' ἐπαγ 7. 3 γελίαν ἤγαγε τῷ Ἰσραὴλ
7.1.14
σωτῆρα Ἰησοῦν», καὶ πάλιν ἐν ταῖς Ἀθήναις· «τοὺς μὲνοὖν χρόνους τῆς ἀγνοίας
7.1.15
ὑπεριδὼν ὁ θεὸς τὰ νῦν παραγγέλλει τοῖς ἀνθρώποις, πάντας πανταχοῦ μετανοεῖν,
7.1.16
καθότι ἔστησεν ἡμέραν, ἐν ᾗ μέλλει κρίνειν τὴν οἰκουμένην ἐν δικαιο σύνῃ, ἐν
7.1.17
ἀνδρὶ ᾧ ὥρισε, πίστιν παρασχὼν πᾶσιν, ἀναστήσας αὐτὸν ἐκ νεκρῶν»· ἢ Στε φάνου
7.1.18
τοῦ μεγαλομάρτυρος, ὅταν λέγῃ· «ἰδοὺ θεωρῶ τοὺς οὐρανοὺς διηνοιγμένους καὶ 7. 4
7.1.19
τὸν υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν ἑστῶτα τοῦ θεοῦ»; ὥρα γὰρ λοιπὸν αὐτοὺς ἀπο
7.1.20
θρασύνεσθαι καὶ λέγειν (οὐδὲν γὰρ αὐτοῖς ἀτόλμητον), ὅτι καὶ αὐτοὶ οἱ ἀπόστολοι τὰ
7.1.21
Ἀρείου ἐφρόνουν· ἄνθρωπον γὰρ ἀπὸ Ναζαρὲτ καὶ παθητὸν τὸν Χριστὸν ἀπαγγέλ
7.1.22
λουσιν .