Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De sententia Dionysii
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
8.1.1
Ἐκείνων τοίνυν τοιαῦτα φανταζομένων, ἆρ' ἐπειδὴ τοῖς ῥήμασι τούτοις
8.1.2
ἐχρήσαντο, μόνον ἄνθρωπον ᾔδεισαν τὸν Χριστὸν οἱ ἀπόστολοι καὶ πλέον οὐδέν; μὴ
8.1.3
γένοιτο· οὐκ ἔστιν οὐδὲ εἰς νοῦν ποτε τοῦτο λαβεῖν, ἀλλὰ καὶ τοῦτο ὡς
8.1.4
«ἀρχιτέκτονες σοφοὶ» καὶ 8. 2 «οἰκονόμοι μυστηρίων θεοῦ» πεποιήκασι καὶ τὴν
8.1.5
αἰτίαν ἔχουσιν εὔλογον. ἐπειδὴ γὰρ οἱ τότε Ἰουδαῖοι πλανηθέντες τε καὶ
8.1.6
πλανήσαντες Ἕλληνας ἐνόμιζον τὸν Χριστὸν ψιλὸν ἄνθρωπον μόνον ἐκ σπέρματος
8.1.7
Δαυὶδ ἔρχεσθαι καθ' ὁμοιότητα τῶν ἐκ τοῦ Δαυὶδ ἄλλων γενομένων τέκνων, οὔτε δὲ
8.1.8
θεὸν αὐτὸν οὐδὲ ὅτι ὁ λόγος σὰρξ ἐγένετο ἐπίστευον, τούτου ἕνεκα μετὰ πολλῆς τῆς
8.1.9
συνέσεως οἱ μακάριοι ἀπόστολοι τὰ ἀνθρώπινα τοῦ σω τῆρος πρῶτον ἐξηγοῦντο
8.1.10
τοῖς Ἰουδαίοις, ἵν' ὅλως πείσαντες αὐτοὺς ἐκ τῶν φαινομένων καὶ γενομένων
8.1.11
σημείων ἐληλυθέναι τὸν Χριστὸν λοιπὸν καὶ εἰς τὴν περὶ τῆς θεότητος αὐτοῦ πίστιν
8.1.12
αὐτοὺς ἀναγάγωσι δεικνύντες, ὅτι τὰ γενόμενα ἔργα οὐκ ἔστιν ἀνθρώπου, 8. 3 ἀλλὰ
8.1.13
θεοῦ. ἀμέλει Πέτρος ὁ λέγων ἄνδρα παθητὸν τὸν Χριστὸν εὐθὺς συνῆπτεν· «οὗτος
8.1.14
ἀρχηγὸς τῆς ζωῆς ἐστιν», ἐν δὲ τῷ εὐαγγελίῳ ὁμολογεῖ· «σὺ εἶ ὁ Χριστός, ὁ υἱὸς τοῦ
8.1.15
θεοῦ τοῦ ζῶντος», ἐν δὲ τῇ ἐπιστολῇ φησιν αὐτὸν ἐπίσκοπον ψυχῶν καὶ κύριον 8. 4
8.1.16
ἑαυτοῦ τε καὶ ἀγγέλων καὶ δυνάμεων εἶναι. πάλιν τε Παῦλος ὁ λέγων ἄνδρα ἐκ σπέρ
8.1.17
ματος Δαυὶδ εἶναι τὸν Χριστόν, οὗτος ἐπέστελλεν Ἑβραίοις μέν· «ὃς ὢν ἀπαύγασμα
8.1.18
τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ», Φιλιππησίοις δέ· «ὃς ἐν μορφῇ θεοῦ
8.1.19
ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ». τὸ δὲ λέγειν ἀρχηγὸν τῆς ζωῆς
8.1.20
καὶ υἱὸν τοῦ θεοῦ καὶ ἀπαύγασμα καὶ χαρακτῆρα καὶ ἴσα θεῷ καὶ κύριον καὶ
8.1.21
ἐπίσκοπον ψυχῶν τί ἂν εἴη ἕτερον ἢ ὅτι ἐν σώματι λόγος ἦν θεοῦ, δι' οὗ τὰ πάντα
8.1.22
ἐγένετο, καὶ ἔστιν ἀδιαίρετος τοῦ πατρός, ὡς ἔστι τὸ ἀπαύγασμα πρὸς τὸ φῶς;

Intertext edge

Open linked passage

Note