Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De sententia Dionysii
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
9.1.1
Καὶ Διονύσιος τοίνυν παρὰ τῶν ἀποστόλων τοῦτο μαθὼν πεποίηκεν.
9.1.2
ἐπειδὴ γὰρ εἷρπεν ἡ Σαβελλίου αἵρεσις, ἠναγκάσθη τὴν τοιαύτην, καθὰ προεῖπον,
9.1.3
ἐπιστολὴν γράψαι καὶ τὰ ἀνθρωπίνως καὶ εὐτελῶς περὶ τοῦ σωτῆρος εἰρημένα ῥῖψαι
9.1.4
κατ' αὐτῶν, ἵνα τούτους ἀποσχοινίσας διὰ τὰ ἀνθρώπινα τοῦ μὴ λέγειν υἱὸν εἶναι
9.1.5
τὸν πατέρα εὐκολωτέραν αὐτοῖς κατασκευάσῃ τὴν περὶ τῆς θεότητος τοῦ υἱοῦ
9.1.6
διδασκαλίαν, ὅταν αὐτὸν ἐν ταῖς ἄλλαις ἐπιστολαῖς ἀπὸ τῶν γραφῶν λέγῃ λόγον,
9.1.7
σοφίαν, δύναμιν, ἀτμίδα καὶ ἀπαύγασ 9. 2 μα τοῦ πατρός. ἐν γοῦν ταῖς ἐπιστολαῖς τῆς
9.1.8
ἀπολογίας τοιαῦτα λέγων παρρησιά ζεται ἐν τῇ πίστει καὶ τῇ εἰς Χριστὸν εὐσεβείᾳ.
9.1.9
ὥσπερ οὖν οὐ κατηγορητέοι οἱ ἀπόστολοι διὰ τὰ ἀνθρώπινα ῥήματα περὶ τοῦ κυρίου
9.1.10
(καὶ γὰρ ἄνθρωπος γέγονεν ὁ κύριος), ἀλλὰ καὶ μᾶλλον θαύματος ἄξιοι διὰ τὴν
9.1.11
οἰκονομίαν καὶ τὴν ἐν καιρῷ διδασκαλίαν, οὕτως οὐκ Ἀρειανὸς ὁ Διονύσιος διὰ τὴν
9.1.12
πρὸς Εὐφράνορα καὶ Ἀμμώνιον κατὰ Σαβελλίου ἐπιστολήν. εἰ γὰρ καὶ ταπεινοῖς
9.1.13
ἐχρήσατο λόγοις καὶ παραδείγμασιν, ἀλλ' ἐκ τῶν εὐαγγελίων ἐστὶ καὶ ταῦτα, καὶ
9.1.14
πρόφασιν ἔχει τούτων τὴν τοῦ σωτῆρος ἔνσαρκον παρουσίαν, δι' ἣν καὶ 9. 3 ταῦτα
9.1.15
καὶ τὰ ὅμοια γέγραπται. καὶ γὰρ ὥσπερ λόγος ἐστὶ τοῦ θεοῦ, οὕτως μετὰ ταῦτα «ὁ
9.1.16
λόγος σὰρξ ἐγένετο», καὶ «ἐν ἀρχῇ μὲν ἦν ὁ λόγος», ἡ δὲ παρθένος ἐπὶ συντελείᾳ
9.1.17
τῶν αἰώνων ἐν γαστρὶ ἔσχε καὶ γέγονεν ὁ κύριος ἄνθρωπος. καὶ εἷς μέν ἐστιν ὁ ἐξ
9.1.18
ἀμφοτέρων σημαινόμενος («ὁ γὰρ λόγος σὰρξ ἐγένετο»), τὰ δὲ περὶ τῆς θεότητος
9.1.19
αὐτοῦ καὶ τῆς ἐνανθρωπήσεως εἰρημένα ῥήματα ἰδίαν καὶ κατάλληλον ἔχει πρὸς
9.1.20
ἕκαστον 9. 4 τῶν λεγομένων τὴν ἑρμηνείαν. καὶ ὁ τὰ ἀνθρώπινα τοῦ λόγου γράφων
9.1.21
οἶδε καὶ τὰ περὶ τῆς θεότητος αὐτοῦ καὶ ὁ περὶ τῆς θεότητος ἐξηγούμενος οὐκ ἀγνοεῖ
9.1.22
τὰ ἴδια τῆς ἐνσάρκου παρουσίας αὐτοῦ, ἀλλ' ἕκαστον ὡς ἐπιστήμων καὶ δόκιμος
9.1.23
τραπεζίτης δια κρίνων κατ' ὀρθὸν τῆς εὐσεβείας βαδιεῖται. ὅτε γοῦν αὐτὸν κλαίοντα
9.1.24
λέγει, οἶδεν ὅτι ἄνθρωπος γενόμενος ὁ κύριος δείκνυσι τὸ μὲν κλαίειν τοῦ
9.1.25
ἀνθρωπίνου, ἐγείρει δὲ Λάζαρον ὡς θεός, καὶ πεινῶντα μὲν αὐτὸν καὶ διψῶντα οἶδε
9.1.26
σωματικῶς, θεικῶς δὲ χορτάζοντα ἀπὸ πέντε ἄρτων πεντακισχιλίους, καὶ κείμενον
9.1.27
μὲν οἶδεν ἐν μνημείῳ σῶμα ἀνθρώπινον, ἐγειρόμενον δὲ ὡς θεοῦ σῶμα παρ' αὐτοῦ
9.1.28
τοῦ λόγου.

Intertext edge

Open linked passage

Note