Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De synodis Arimini in Italia et Seleuciae in Isauria
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
16.1.1
Ἃ δὲ καὶ δι' ἐπιστολῆς ἔγραψαν πρὸς τὸν μακαρίτην Ἀλέξανδρον τὸν
16.1.2
ἐπίσκοπον, ἔστι ταῦτα· 16. 2 Μακαρίῳ πάπᾳ καὶ ἐπισκόπῳ ἡμῶν Ἀλεξάνδρῳ οἱ
16.1.3
πρεσβύτεροι καὶ οἱ διάκονοι 16. 2 ἐν κυρίῳ χαίρειν. Ἡ πίστις ἡμῶν ἡ ἐκ προγόνων,
16.1.4
ἣν καὶ ἀπὸ σοῦ μεμαθήκαμεν, μακάριε πάπα, ἔστιν αὕτη· οἴδαμεν ἕνα θεόν, μόνον
16.1.5
ἀγέννητον, μόνον ἀίδιον, μόνον ἄναρχον, μόνον ἀληθινόν, μόνον ἀθανασίαν
16.1.6
ἔχοντα, μόνον σοφόν, μόνον ἀγαθόν, μόνον δυνάστην, πάντων κριτήν, διοικητήν,
16.1.7
οἰκονόμον, ἄτρεπτον καὶ ἀναλλοίωτον, δίκαιον καὶ ἀγαθόν, νόμου καὶ προφητῶν
16.1.8
καὶ καινῆς διαθήκης τοῦτον θεὸν γεννήσαντα υἱὸν μονογενῆ πρὸ χρόνων αἰωνίων,
16.1.9
«δι' οὗ καὶ τοὺς αἰῶνας καὶ τὰ ὅλα πεποίηκε», γεννήσαντα δὲ οὐ δοκήσει, ἀλλὰ
16.1.10
ἀληθείᾳ· ὑποστήσαντα ἰδίῳ θελήματι ἄτρεπτον καὶ ἀναλλοίωτον κτίσμα τοῦ θεοῦ
16.1.11
τέλειον, ἀλλ' οὐχ ὡς ἓν τῶν κτισμάτων· γέννημα, ἀλλ' οὐχ ὡς ἓν τῶν
16.1.12
γεγεννημένων, 16. 3 οὐδ' ὡς Οὐαλεντῖνος προβολὴν τὸ γέννημα τοῦ πατρὸς
16.1.13
ἐδογμάτισεν, οὐδ' ὡς Μανιχαῖος μέρος ὁμοούσιον τοῦ πατρὸς τὸ γέννημα
16.1.14
εἰσηγήσατο, οὐδ' ὡς Σαβέλλιος τὴν μονάδα διαιρῶν υἱοπάτορα εἶπεν, οὐδ' ὡς
16.1.15
Ἱέρακας λύχνον ἀπὸ λύχνου ἢ ὡς λαμπάδα εἰς δύο, οὐδὲ τὸν ὄντα πρότερον ὕστερον
16.1.16
γεννηθέντα ἢ ἐπικτισθέντα εἰς υἱόν, ὡς καὶ σὺ αὐτός, μακάριε πάπα, κατὰ μέσην τὴν
16.1.17
ἐκκλησίαν καὶ ἐν συνεδρίῳ πλειστάκις τοὺς ταῦτα εἰσ ηγησαμένους ἀπηγόρευσας,
16.1.18
ἀλλ' ὥς φαμεν θελήματι τοῦ θεοῦ πρὸ χρόνων καὶ πρὸ αἰώνων κτισθέντα καὶ τὸ ζῆν
16.1.19
καὶ τὸ εἶναι παρὰ τοῦ πατρὸς εἰληφότα καὶ τὰς δόξας, 16. 4 συνυποστήσαντος αὐτῷ
16.1.20
τοῦ πατρός. οὐ γὰρ ὁ πατὴρ δοὺς αὐτῷ πάντων τὴν κληρονομίαν ἐστέρησεν ἑαυτὸν
16.1.21
ὧν ἀγεννήτως ἔχει ἐν ἑαυτῷ· πηγὴ γάρ ἐστι πάντων. ὥστε τρεῖς εἰσιν ὑποστάσεις.
16.1.22
καὶ ὁ μὲν θεὸς αἴτιος τῶν πάντων τυγχάνων ἔστιν ἄναρχος μονώτατος, ὁ δὲ υἱὸς
16.1.23
ἀχρόνως γεννηθεὶς ὑπὸ τοῦ πατρὸς καὶ πρὸ αἰώνων κτισθεὶς καὶ θεμελιωθεὶς οὐκ ἦν
16.1.24
πρὸ τοῦ γεννηθῆναι, ἀλλὰ ἀχρόνως πρὸ πάντων γεννηθεὶς μόνος ὑπὸ τοῦ πατρὸς
16.1.25
ὑπέστη. οὐδὲ γάρ ἐστιν ἀίδιος ἢ συναίδιος ἢ συναγέννητος τῷ πατρί, οὐδὲ ἅμα τῷ
16.1.26
πατρὶ τὸ εἶναι ἔχει, ὥς τινες λέγουσι τὰ πρός τι δύο ἀγεννήτους ἀρχὰς εἰσηγούμενοι,
16.1.27
ἀλλ' ὡς μονὰς καὶ ἀρχὴ πάντων, οὕτως ὁ θεὸς πρὸ πάντων ἐστί. διὸ καὶ πρὸ τοῦ υἱοῦ
16.1.28
ἔστιν, ὡς καὶ παρὰ σοῦ μεμαθήκαμεν κατὰ μέσην τὴν ἐκκλησίαν κη 16. 5 ρύξαντος.
16.1.29
καθὸ οὖν παρὰ τοῦ θεοῦ τὸ εἶναι ἔχει καὶ τὰς δόξας καὶ τὸ ζῆν καὶ τὰ πάντα αὐτῷ
16.1.30
παρεδόθη, κατὰ τοῦτο ἀρχὴ αὐτοῦ ἐστιν ὁ θεός. ἄρχει γὰρ αὐτοῦ ὡς θεὸς αὐτοῦ καὶ
16.1.31
πρὸ αὐτοῦ ὤν. εἰ δὲ τὸ «ἐξ αὐτοῦ» καὶ τὸ «ἐκ γαστρὸς» καὶ τὸ «ἐκ τοῦ πατρὸς
16.1.32
ἐξῆλθον καὶ ἥκω» ὡς μέρος αὐτοῦ ὁμοουσίου καὶ ὡς προβολὴ ὑπό τινων νοεῖται,
16.1.33
σύν θετος ἔσται ὁ πατὴρ καὶ διαιρετὸς καὶ τρεπτὸς καὶ σῶμα κατ' αὐτοὺς καὶ τὸ ὅσον
16.1.34
ἐπ' αὐτοῖς τὰ ἀκόλουθα σώματι πάσχων ὁ ἀσώματος θεός.

Intertext edge

Open linked passage

Note