Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De synodis Arimini in Italia et Seleuciae in Isauria
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
19.1.1
Τοιαῦτα τολμήσας κατὰ τοῦ σωτῆρος οὐκ ἠρκέσθη, ἀλλὰ καὶ πλέον
19.1.2
ἐπεκτείνει τὰς βλασφημίας αὐτοῦ λέγων ὅτι εἷς τῶν πάντων ἐστὶν ὁ υἱός· «πρῶτον
19.1.3
γάρ ἐστι τῶν γενη τῶν καὶ εἷς τῶν νοητῶν φύσεών ἐστι, καὶ ὥσπερ ἥλιος ἐν τοῖς
19.1.4
βλεπομένοις εἷς μὲν ἔστι τῶν φαινομένων, λάμπει δὲ παντὶ τῷ κόσμῳ κατὰ
19.1.5
πρόσταξιν τοῦ πεποιηκότος, οὕτως ὁ υἱὸς εἷς ὢν τῶν νοητῶν φύσεων φωτίζει καὶ
19.1.6
λάμπει καὶ αὐτὸς πᾶσι τοῖς ἐν τῷ νοητῷ κόσμῳ». 19. 2 πάλιν τέ φησιν· «ἦν ποτε, ὅτε
19.1.7
οὐκ ἦν» οὕτω γράφων· «καὶ πρὶν τῆς γενέσεως τοῦ υἱοῦ ὁ πατὴρ προυπάρχουσαν
19.1.8
εἶχε τὴν τοῦ γεννᾶν ἐπιστήμην, ἐπεὶ καὶ ἰατρὸς πρὸ τοῦ ἰατρεύειν 19. 3 εἶχε τὴν τοῦ
19.1.9
ἰατρεύειν ἐπιστήμην». καὶ πάλιν φησίν· «εὐεργετικῇ φιλοτιμίᾳ ἐκτίσθη ὁ υἱός, καὶ
19.1.10
περιουσίᾳ δυνάμεως ἐποίησεν αὐτὸν ὁ πατήρ» καὶ πάλιν· «εἰ τὸ θέλειν τοῦ θεοῦ διὰ
19.1.11
πάντων ἐφεξῆς τῶν ποιημάτων διελήλυθε, δηλονότι καὶ ὁ υἱὸς ποίημα ὢν βουλήσει
19.1.12
γέγονε καὶ πεποίηται.» ταῦτα δὲ Ἀστέριος ἔγραφε μόνος, οἱ δὲ περὶ Εὐσέβιον
19.1.13
ἐφρόνουν αὐτὰ κοινῇ μετ' αὐτοῦ.

Intertext edge

Open linked passage

Note