Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De synodis Arimini in Italia et Seleuciae in Isauria
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
1.1.1
Ἔφθασε μὲν ἴσως καὶ παρ' ὑμᾶς ἡ ἀκοὴ περὶ τῆς καὶ νῦν θρυλουμένης συνόδου·
1.1.2
καὶ γὰρ βασιλέως καὶ τῶν ἐπάρχων ἐφοίτησε πανταχῆ γράμματα καλοῦντα τοὺς εἰς
1.1.3
ταύτην συνερχομένους· ἐπειδὴ δὲ καὶ φιλομαθεῖς ὄντες ζητεῖτε γνῶναι τὰ
1.1.4
πεπραγμένα ἀκόλουθον εἶναι νενόμικα, ἅπερ ἑώρακα καὶ ἔγνων ἀκριβῶς ταῦτα καὶ
1.1.5
ὑμῖν δηλῶσαι, ἵνα μὴ παρ' ἑτέ ρων ἀκούοντες ἀμφίβολον ἔχητε τὴν διάνοιαν,
1.1.6
μάλιστα ὅτι τινὲς εἰώθασιν ἑτέρως ἀπαγ 1. 2 γέλλειν τὰ πραττόμενα ἢ ὡς γέγονεν. ἐν
1.1.7
μὲν οὖν τῇ Νικαίᾳ, ὥσπερ ἦν ὁρισθέν, οὐκέτι γέγονε τὸ συνέδριον, ἀλλὰ δεύτερον
1.1.8
πρόσταγμα πεφοίτηκεν, ὥστε τοὺς μὲν ἐν τοῖς δυτικοῖς μέρεσιν ἐπισκόπους ἐν
1.1.9
Ἀριμίνῳ τῆς Ἰταλίας συνελθεῖν, τοὺς δὲ ἐν τοῖς ἀνατολικοῖς 1. 3 μέρεσιν ἐν τῇ
1.1.10
λεγομένῃ Τραχείᾳ Σελευκείᾳ τῆς Ἰσαυρίας συγκροτηθῆναι. ἡ δὲ πρό φασις τῆς
1.1.11
τοιαύτης συνελεύσεως ἐθρυλεῖτο περὶ πίστεως τῆς εἰς τὸν κύριον ἡμῶν Ἰησοῦν τὸν
1.1.12
Χριστόν. οἱ δὲ ταύτην παρασχόντες εἰσὶν ἀπὸ μὲν τῆς Παννονίας Οὐρσάκιος καὶ
1.1.13
Οὐάλης καὶ Γερμίνιός τις, ἀπὸ δὲ τῆς Συρίας Ἀκάκιος, Εὐδόξιος καὶ Πατρόφιλος ὁ
1.1.14
ἀπὸ 1. 4 τῆς ἐπωνύμου τῶν Σκυθῶν πόλεως τυγχάνων. οὗτοι γὰρ ἀεὶ τῆς Ἀρείου
1.1.15
μερίδος ὄντες καὶ μὴ «νοοῦντες μήτε πῶς πιστεύουσι μήτε περὶ τίνων
1.1.16
διαβεβαιοῦνται», ἀπατῶντες δὲ ἕκαστον ἠρέμα καὶ σπέρματα τῆς αἱρέσεως ἑαυτῶν
1.1.17
ἐπισπείροντες ὑφήρπασάν τινας «τῶν δοκούντων εἶναί τι» καὶ αὐτὸν τὸν βασιλέα
1.1.18
Κωνστάντιον αἱρετικὸν ὄντα σχηματισά μενοι περὶ πίστεως, ὥστε ποιῆσαι γενέσθαι
1.1.19
σύνοδον, νομίζοντες δύνασθαι καλύψαι τὴν ἐν Νικαίᾳ σύνοδον καὶ τοὺς πάντας
1.1.20
μεταπείθειν, ὥστε τὴν ἀσέβειαν ἀντὶ τῆς ἀληθείας κρατῆσαι πανταχοῦ.

Intertext edge

Open linked passage

Note