Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De synodis Arimini in Italia et Seleuciae in Isauria
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
28.1.1
Ταῦτα πάντα παρωσάμενοι, καὶ ὥσπερ βελτίονα ἐπινοήσαντες
28.1.2
δογματίζουσιν ἄλλην πίστιν καὶ γράφουσι ταῦτα ἐν Σιρμίῳ Ῥωμαιστὶ μέν,
28.1.3
ἑρμηνευθέντα δὲ Ἑλληνιστί· 28. 2 Ἐπειδὴ περὶ πίστεως ἔδοξέ τινα διάσκεψιν
28.1.4
γενέσθαι, πάντα ἀσφαλῶς ἐζητήθη καὶ διηρευνήθη ἐν τῷ Σιρμίῳ ἐπὶ παρουσίᾳ
28.1.5
Οὐάλεντος καὶ Οὐρσακίου καὶ Γερμινίου καὶ 28. 3 τῶν λοιπῶν. συνέστηκεν ἕνα θεὸν
28.1.6
εἶναι πατέρα παντοκράτορα, καθὼς καὶ ἐν πάσῃ τῇ οἰκουμένῃ καταγγέλλεται, καὶ
28.1.7
ἕνα μονογενῆ υἱὸν αὐτοῦ, τὸν κύριον ἡμῶν Ἰησοῦν 28. 4 Χριστόν, ἐξ αὐτοῦ πρὸ τῶν
28.1.8
αἰώνων γεννηθέντα. δύο θεοὺς μὴ χρῆναι λέγειν, ἐπειδὴ αὐτὸς ὁ κύριος εἴρηκε·
28.1.9
«πορεύομαι πρὸς τὸν πατέρα μου καὶ πατέρα ὑμῶν καὶ θεόν μου 28. 5 καὶ θεὸν
28.1.10
ὑμῶν». διὰ τοῦτο καὶ πάντων θεός ἐστι, καθὼς καὶ ὁ ἀπόστολος ἐδίδαξεν· «ἢ
28.1.11
Ἰουδαίων μόνων ὁ θεός, οὐχὶ καὶ ἐθνῶν; ναὶ καὶ ἐθνῶν· ἐπείπερ εἷς ὁ θεός, ὃς
28.1.12
δικαιώσει 28. 6 περιτομὴν ἐκ πίστεως καὶ ἀκροβυστίαν διὰ πίστεως». καὶ τὰ μὲν
28.1.13
λοιπὰ πάντα συμφωνεῖ καὶ οὐδεμίαν ἔχει ἀμφιβολίαν. ἐπειδὴ δὲ πολλούς τινας κινεῖ
28.1.14
περὶ τῆς λεγομένης Ῥωμαιστὶ μὲν «σουβσταντίας», Ἑλληνιστὶ δὲ λεγομένης
28.1.15
«οὐσίας», τουτέστιν ἵνα ἀκριβέστερον γνωσθῇ τὸ ὁμοούσιον ἢ τὸ λεγόμενον
28.1.16
ὁμοιοούσιον, οὐ χρή τινα τούτων παντελῶς μνήμην γίνεσθαι οὐδὲ περὶ τούτων
28.1.17
ἐξηγεῖσθαι ἐν τῇ ἐκκλησίᾳ διὰ ταύτην τὴν αἰτίαν καὶ διὰ τοῦτον τὸν λογισμόν, ὅτι ἐν
28.1.18
ταῖς θείαις γραφαῖς οὐ γέγραπται περὶ τούτων, καὶ ὅτι ταῦτα ὑπὲρ τὴν ἀνθρώπων
28.1.19
γνῶσιν καὶ τὸν ἀνθρώπων νοῦν ἐστι, καὶ ὅτι οὐδεὶς δύναται τὴν γενεὰν τοῦ υἱοῦ
28.1.20
διηγήσασθαι, καθὼς γέγραπται· «τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται»; μόνον γὰρ
28.1.21
εἰδέναι τὸν πατέρα φανερόν ἐστι, πῶς τὸν υἱὸν ἐγέννησε, καὶ 28. 7 πάλιν τὸν υἱόν,
28.1.22
πῶς αὐτὸς γεγέννηται παρὰ τοῦ πατρός. οὐδενὶ δὲ ἀμφίβολόν ἐστι μείζονα εἶναι τὸν
28.1.23
πατέρα. οὐδὲ γὰρ διστάσειεν ἄν τις τὸν πατέρα τιμῇ καὶ ἀξίᾳ καὶ θειότητι καὶ αὐτῷ
28.1.24
τῷ ὀνόματι τῷ πατρικῷ μείζονα εἶναι, διαμαρτυρουμένου αὐτοῦ τοῦ 28. 8 υἱοῦ· «ὁ
28.1.25
ἐμὲ πέμψας πατὴρ μείζων μού ἐστι». καὶ τοῦτο δὲ καθολικὸν εἶναι οὐδεὶς ἀγνοεῖ δύο
28.1.26
πρόσωπα εἶναι πατρὸς καὶ υἱοῦ, καὶ τὸν μὲν πατέρα μείζονα, τὸν δὲ υἱὸν 28. 9
28.1.27
ὑποτεταγμένον τῷ πατρὶ μετὰ πάντων, ὧν αὐτῷ ὁ πατὴρ ὑπέταξε, τὸν δὲ πατέρα
28.1.28
ἀρχὴν μὴ ἔχειν καὶ ἀόρατον εἶναι καὶ ἀθάνατον εἶναι καὶ ἀπαθῆ εἶναι, τὸν δὲ υἱὸν γε
28.1.29
γεννῆσθαι ἐκ τοῦ πατρός, θεὸν ἐκ θεοῦ, φῶς ἐκ φωτός, καὶ τούτου τὴν γένεσιν,
28.1.30
καθὼς 28. 10 προείρηται, μηδένα γινώσκειν, εἰ μὴ μόνον τὸν πατέρα, αὐτὸν δὲ τὸν
28.1.31
υἱὸν καὶ κύριον καὶ θεὸν ἡμῶν σάρκα ἤτοι σῶμα, τουτέστιν ἄνθρωπον, ἀνειληφέναι
28.1.32
ἀπὸ Μαρίας τῆς παρθένου, καθάπερ καὶ ὁ ἄγγελος προευηγγελίσατο, καθὼς δὲ πᾶσαι
28.1.33
αἱ γραφαὶ διδάσ κουσι καὶ μάλιστα αὐτὸς ὁ ἀπόστολος ὁ διδάσκαλος τῶν ἐθνῶν·
28.1.34
ἄνθρωπον ἀνέλαβεν 28. 11 ὁ Χριστὸς ἀπὸ Μαρίας τῆς παρθένου, δι' οὗ πέπονθε. τὸ δὲ
28.1.35
κεφάλαιον πάσης τῆς πίστεως καὶ ἡ βεβαιότης ἐστίν, ἵνα τριὰς ἀεὶ φυλάττηται,
28.1.36
καθὼς ἀνέγνωμεν ἐν τῷ εὐαγ γελίῳ· «πορευθέντες βαπτίζετε πάντα τὰ ἔθνη εἰς τὸ
28.1.37
ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ 28. 12 καὶ τοῦ ἁγίου πνεύματος». ἀκέραιος δὲ καὶ
28.1.38
τέλειός ἐστιν ὁ ἀριθμὸς τῆς τριάδος. ὁ δὲ παράκλητος τὸ πνεῦμα τὸ ἅγιον δι' υἱοῦ
28.1.39
ἀποσταλὲν ἦλθε κατὰ τὴν ἐπαγγελίαν, ἵνα τοὺς ἀποστόλους καὶ πάντας τοὺς
28.1.40
πιστεύοντας ἀναδιδάξῃ καὶ ἁγιάσῃ.

Intertext edge

Open linked passage

Note