Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De synodis Arimini in Italia et Seleuciae in Isauria
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
29.1.1
Ταῦτα γράψαντες καὶ μεταγνόντες συνέθηκαν μὲν ἐκείνην, ἣν μετὰ τῆς
29.1.2
ὑπατείας ἐπιδείξαντες ἠρυθρίασαν. συνήθως δὲ ὥσπερ καταγνόντες καὶ ταύτης
29.1.3
ἐποίησαν μὲν αὐτὴν ἁρπασθῆναι ἀπὸ τῶν ἐχόντων ἀντίγραφα διὰ Μαρτινιανοῦ
29.1.4
νοταρίου. καὶ ποιή σαντες τὸν βασιλέα Κωνστάντιον κατ' αὐτῆς προθεῖναι διάταγμα
29.1.5
δογματίζουσι πάλιν ἄλλην καὶ προσθέντες, ὡς εἰώθασι, λέξεις τινάς, γράφουσι
29.1.6
ταῦτα ἐν τῇ Ἰσαυρίᾳ· 29. 2 Οὐ φεύγομεν τὴν ἐκτεθεῖσαν αὐθεντικὴν πίστιν ἐν τοῖς
29.1.7
Ἐγκαινίοις τοῖς κατὰ Ἀντιόχειαν προκομίζοντες αὐτήν, εἰ καὶ τὰ μάλιστα οἱ πατέρες
29.1.8
ἡμῶν κατ' ἐκεῖνο καιροῦ πρὸς 29. 3 τὸ ὑποκείμενον τῆς ζητήσεως συνέδραμον.
29.1.9
ἐπειδὴ δὲ πολλοὺς ἐθορύβησε τὸ ὁμοούσιον καὶ τὸ ὁμοιοούσιον ἐν τοῖς
29.1.10
παρεληλυθόσι χρόνοις καὶ μέχρι νῦν, ἀλλὰ καὶ ἀρτίως λέγεται καινοτομεῖσθαι ὑπό
29.1.11
τινων τὸ ἀνόμοιον υἱοῦ πρὸς πατέρα, τούτου χάριν τὸ μὲν ὁμοούσιον καὶ τὸ
29.1.12
ὁμοιοούσιον ἐκβάλλομεν ὡς ἀλλότριον τῶν γραφῶν, τὸ δὲ ἀνόμοιον ἀναθεμα 29. 4
29.1.13
τίζομεν καὶ πάντας, ὅσοι τοιοῦτοι τυγχάνουσιν, ἀλλοτρίους ἡγούμεθα τῆς
29.1.14
ἐκκλησίας. τὸ δὲ ὅμοιον τοῦ υἱοῦ πρὸς τὸν πατέρα σαφῶς ὁμολογοῦμεν κατὰ τὸν
29.1.15
ἀπόστολον τὸν λέγοντα 29. 5 περὶ τοῦ υἱοῦ· «ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου».
29.1.16
ὁμολογοῦμεν δὲ καὶ πιστεύο μεν εἰς ἕνα θεόν, πατέρα, παντοκράτορα, τὸν ποιητὴν
29.1.17
οὐρανοῦ καὶ γῆς, ὁρατῶν πάντων 29. 6 καὶ ἀοράτων. πιστεύομεν δὲ καὶ εἰς τὸν
29.1.18
κύριον ἡμῶν Ἰησοῦν Χριστόν, τὸν υἱὸν αὐτοῦ, τὸν ἐξ αὐτοῦ γεννηθέντα ἀπαθῶς πρὸ
29.1.19
πάντων τῶν αἰώνων, θεὸν λόγον, θεὸν ἐκ θεοῦ μονογενῆ, φῶς, ζωήν, ἀλήθειαν,
29.1.20
σοφίαν, δύναμιν, δι' οὗ τὰ πάντα ἐγένετο, τὰ 29. 7 ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς
29.1.21
εἴτε ὁρατὰ εἴτε ἀόρατα. τοῦτον πιστεύομεν ἐπὶ συντελείᾳ τῶν αἰώνων εἰς ἀθέτησιν
29.1.22
τῆς ἁμαρτίας σάρκα ἀνειληφέναι ἐκ τῆς ἁγίας παρθένου καὶ ἐνανθρωπήσαντα,
29.1.23
παθόντα ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν καὶ ἀναστάντα καὶ ἀναληφθέντα εἰς οὐρανοὺς
29.1.24
καθέζεσθαι ἐν δεξιᾷ τοῦ πατρός, πάλιν ἐρχόμενον ἐν δόξῃ 29. 8 κρῖναι ζῶντας καὶ
29.1.25
νεκρούς. πιστεύομεν καὶ εἰς τὸ ἅγιον πνεῦμα, ὃ καὶ παράκλητον ὠνόμασεν ὁ σωτὴρ
29.1.26
καὶ κύριος ἡμῶν ἐπαγγειλάμενος μετὰ τὸ ἀπελθεῖν αὐτὸν πέμψαι τοῖς μαθηταῖς
29.1.27
τοῦτο, ὃ καὶ ἀπέστειλε, δι' οὗ καὶ ἁγιάζει τοὺς ἐν τῇ ἐκκλησίᾳ πιστεύοντας 29. 9 καὶ
29.1.28
βαπτιζομένους ἐν ὀνόματι πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος. τοὺς δὲ παρὰ
29.1.29
ταύτην τὴν πίστιν ἄλλο τι κηρύττοντας ἀλλοτρίους οἶδεν ἡ καθολικὴ ἐκκλησία. ὅτι
29.1.30
δὲ ταύτῃ τῇ πίστει ἰσοδυναμεῖ καὶ ἡ ἐν Σιρμίῳ πρώην ἐκτεθεῖσα πίστις ἐπὶ τῆς
29.1.31
εὐσεβείας τοῦ βασιλέως ἡμῶν γνωρίζουσιν οἱ ἐντυγχάνοντες.

Intertext edge

Open linked passage

Note